Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΑΚΡΟΒΙΟΤΗΤΟΣ ΚΑΙ ΒΡΑΧΥ ΒΙΟΤΗΤΟΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ.
Michael of Ephesius, In parva naturalia commentaria ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΑΚΡΟΒΙΟΤΗΤΟΣ ΚΑΙ ΒΡΑΧΥ ΒΙΟΤΗΤΟΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ..1
Not analysed yet
῾Ο μὲν σκοπὸς τῆς περὶ μακροβιότητος καὶ βραχυβιότητος πραγματείας Ἀριστοτέλους δῆλος. ζητεῖ γάρ, πόθεν καὶ πῶς τὰ μέν εἰσι μακρόβια, τὰ δὲ βραχύβια. μέμνηται δὲ ἐν αὐτῷ πρῶτον ὡς εἰρηκὼς μὲν περὶ ὕπνου, ἐρῶν δὲ περὶ ὑγείας καὶ νόσου καὶ περὶ νεότητος καὶ ζωῆς, ὡς τελευταίων τούτων ὄντων τῆς φυσικῆς ζητήσεως. καὶ πρῶτον ζητεῖ ἐν τῷ παρόντιβιβλίῳ, τί τὸ εὔφθαρτον· τούτου γὰρ γνωσθέντος δῆλον γενήσεται καὶ τὸ μὴ εὔφθαρτον. ὧ ἕπεται τὸ τί τὸ μακρόβιον καὶ διὰ τί, καὶ περὶ τῶν μακροβιωτέρων κατά τε τὰ γένη καὶ τοὺς τόπους. εἶτα τὰ φυτὰ διὰ τί τῶν ζῴων μακροβιώτερα, καὶ ἐν τοῖς φυτοῖς ἄλλα ἄλλων. τὸ δ’ ἀκριβές, φησίν, ἐν τοῖς περὶ φυτῶν ἐροῦμεν. εἴη δ’ ἂν τὸ κατάλληλον τῆς λέξεως τοιοῦτον· ἀρχὴ δὲ τῆς σκέψεως ἀναγκαία πρῶτον ἐκ τοῦ διαπορῆσαι περὶ αὐτῶν, πότερον ἕτερον ἢ τὸ αὐτὸ αἴτιον πᾶσι τοῖς ζῴοις καὶ φυτοῖς τοῦ τὰ μὲν εἶναι μακρόβια, τὰ δὲ βραχύβια· οὐ γάρ ἐστι δῆλον. ᾿Ετι δὲ πότερον τὰ αὐτά ἐστι μακρόβια καὶ ὑγιεινὰ τῶν φύσει συνεστώτων. πρόσκειται δὲ τὸ τῶν φύσει, οὐχ ὡς μὴ τῶν ἀψύχων ὄντων φυσικῶν, οἷον λίθων καὶ τῶν τοιούτων (ἔστι γὰρ καὶ αὐτὰ φύσει), ἀλλὰ μᾶλλον καὶ μάλιστα φύσει ἐστὶ τὰ ζῶντα· μάλιστα γὰρ ταῦτ’ ἔχει ἐν ἑαυτοῖς φύσιν. πότερον οὖν τὰ αὐτά ἐστι μακρόβια καὶ ὑγιεινά; καὶ προσυπακουστέον τοῦ καὶ βραχύβια καὶ νοσώδη᾿, εἶθ’ οὕτως ἐπακτέον τὸ ἢ κεχώρισται τὸ βραχύβιον καὶ νοσῶδες. καὶ εἴη ἄν τὸ λεγόμενον· ἡ ἔστι τινὰ βραχύβια οὐ νοσώδη, ἀλλὰ μᾶλλον ὑγιεινά. νοσώδη δὲ λέγει οὐ τὰ I νοσώδη δι’ ὅλου, ἀλλὰ τὰ ἐπιτήδεια ἀπὸ μικρᾶς τινος ν καὶ τῆς τυχούσης αἰτίας περιπίπτειν νόσοις τὸ δὲ ἢ κατ’ ἐνίας μὲν νόσους ἐπαλλάττει τὰ νοσώδη τὴν φύσιν σώματα τοῖς βραχυβίοις ἴσον ἐστὶ τῷ ‘ἢ κατά τινας νόσους ἐπαλλάττει καὶ κοινωνεῖ τὸ βραχύβιον καὶ νοσῶδες᾿, ὡς εἶναι τὸ αὐτὸ ἅμα τε νοσῶδες καὶ βραχύβιον. ἐπαγγέλλεται δὲ ὕστερον ἐρεῖν περὶ ὑγείας καὶ νόσου, ὅσον ἐπιβάλλει τῇ φυσικῇ φιλοσοφίᾳ. ἐπιβάλλει δὲ αὐτῇ καὶ προσήκει ἰδεῖν, ἐκ τίνος καὶ πῶς συνίστασθαι δύναται. πῶς δὲ ἐπιγίνεται, τῆς ἰατρικῆς ἐστιν ἐπισκέπτεσθαι. λέγει δὲ τὴν διαφορὰν ταύτην, αὐτὸ δὴ τὸ μακρόβιον καὶ βραχύβιον, ἔχειν ὅλα τε γένη πρὸς ὅλα καὶ τῶν ὑφ’ ἓν εἶδος ἕτερα πρὸς ἕτερα, ὅλα δὲ γένη πρὸς ὅλα, ὡς ἄνθρωπος πρὸς ἵππον (μακροβιώτερον γὰρ ἄνθρωπος ἵππου), ὑφ’ ἓν δὲ εἶδος ἕτερα πρὸς ἕτερα, ὡς ἄνθρωπος πρὸς ἄνθρωπον· μακροβιώτερος γὰρ Νέστωρ Ἀχιλλέως. Δεῖ δὴ λαβεῖν, τί τὸ εὔφθαρτον ἐν τοῖς φύσει συνεστῶσι, καὶ τί τὸ οὐκ εὔφθαρτον. Πάνυ προσήκει περὶ τούτων διαλαβεῖν. περὶ μακροβιότητος γὰρ καὶ βραχυβιότητος τῆς παρούσης πραγματείας οὕσης καὶ βραχυβίων μὲν ὄντων τῶν εὐφθάρτων, μακροβίων δὲ τῶν μὴ εὐφθάρτων, ἀναγκαῖον ἂν εἴη περὶ τούτων διαλαβεῖν, ὡς ἂν ἐκ τούτων περὶ τῶν προκειμένων ῥᾷστα διαλάβοιμεν. ἐν δὲ τῇ λέξει τῇ πῦρ γὰρ καὶ ὕδωρ καὶ τὰ τούτοις συγγενῆ, οὐκ ἔχοντα τὴν αὐτὴν δύναμιν τὸ δὴ τοιοῦτον καθ’ αὑτὸ καὶ ὡς ἀπ’ ἄλλης ἀρχῆς ἐπαχθὲν τοιοῦτόν τι δηλοῖ· τὸ πῦρ καὶ τὸ ὕδωρ, ὅ τε ἀὴρ καὶ ἡ γῆ φθείρουσιν ἄλληλα. εἰ δὲ τοῦτο, καὶ ἐν τοῖς τῶν ζῴων σώμασιν ὄντα, ὃν δή τινα τρόπον καὶ εἰσί, φθερεῖ θάτερον θάτερον. ἑνὸς δὲ ὁποιουοῦν φθαρέντος ἀνάγκη καὶ τὸ ἐκ τούτων συνεστηκὸς ἐφθάρθαι. τὸ γὰρ μετέχειν ’χειν τῆς τούτων φύσεως εὔλογον δηλωτικόν ἐστι τοῦτο τῆς τούτων φθορᾶς. μετέχουσι δὲ τὰ σύνθετα τῆς ἐξ ὧν εἰσι φύσεως οὐ πάντα (οὐ γὰρ καὶ ἡ οἰκία· οὐ γὰρ ἀνάγκη ἑνὸς λίθου φθαρέντος φθείρεσθαι). ἀλλὰ καὶ τὰ ζῶντα. περὶ μὲν οὖν τῶν ἄλλων ἔστω λόγος ἕτερος. ἄλλα λέγει ἐπιστήμην, τέχνην, ὑγείαν νόσον καὶ ὅλως πάντα, ὅσα ἐν ὑποκειμένῳ ἐστί. περὶ μὲν οὖν τῆς τῶν ἄλλων, φησί φθορᾶς ἔστω ἕτερος λόγος. εἰσὶ γὰρ τούτοις ἴδιαι καὶ οἰκεῖαι φθοραί. ἔστι γὰρ ἴδιος ἐπιστήμης φθορά, καθ’ ἣν φθείρεται σῳζομένου τοῦ ἔχοντος αὐτὴν ζῴου. ἐπειδὴ γὰρ φθαρείσης τῆς ἐπιστήμης μένει τὸ ζῷον, δῆλον, ὡς αὕτη ἡ φθορὰ οὔκ ἐστι τοῦ ζῴου φθορά, ἀλλὰ ἴὸιος καὶ οἰκεία τῆς ἐπιστήμης. ἢν δὲ φθαρέντος τοῦ ζῴου φθαρῇ καὶ ἡ ἐπιστήμη, τίνος αὕτη ἡ φθορά; ἢ δηλονότι τοὐ ζῴου, κατὰ συμβεβηκὸς δὲ καὶ τῆς ἐπιστήμης. καθ’ αὑτὴν μὲν γὰρ φθείρεται ἡ ἐπιστήμη, ὅταν αὐτῆς φθαρείσης μένῃ τὸ ζῷον, κατὰ συμβεβηκὸς δέ, ὅταν συμφθαρῇ τῷ ζῴῳ. τοῦτο ῥητέον καὶ ἐπὶ ὑγείας καὶ νόσου καὶ τῶν ἄλλων τῶν ἐν ὑποκειμένῳ. τοῦτο λαβὼν ἐπάγει· δι’ ὃ καὶ περὶ ψυχῆς λογίσαιτό τις ἂν ἐκ τούτων. εἰ γάρ ἐστι μὴ φύσει, λέγων φύσει τὸ εἶδος. ἔστι δὲ τὸ λεγόμενον· εἰ γὰρ μή ἐστιν ἡ ψυχὴ εἶδος τοῦ σώματος, ὥσπερ ἐν τοῖς Περὶ ψυχῆς εἴρηται, ἀλλ’ ὕστερον ἐπεισέρχεται, ὥσπερ φασί τινες, ἡ αἰσθητικὴ καὶ ἡ λογική (λέγουσι γάρ τινες, ὅτι ἡ μὲν θρεπτικὴ καὶ αὐξητικὴ συγκαταβάλλεται τῷ σπέρματι, ἡ δ’ αἰσθητικὴ καὶ ἡ λογικὴ ἔξωθεν ἐπεισέρχεται κτὰ τὸ νῦν, καθ’ ὃ τὸ ἔμβρυον πίπτει θύραζε), εἰ δὴ μή ἐστιν ἡ ψυχὴ εἶδος, ἥ τε αἰσθητικὴ καὶ ἡ λογική, μηδὲ συγκαταβάλλεται τῷ σπέρματι, ἀλλ’ ὕστερον εἰσέρχεται ὥσπερ καὶ ἡ ἐπιστήμη (αὕτη γὰρ ὕστερον ἐπιγίνεται τῆ ψυχῇ διὰ μαθήσεως), εἴη ἄν τις αὐτῆς καὶ ἄλλη φθορά, λέγων φθορὰν τὴν ἀπὸ τοῦ σώματος ἀπουσίαν, παρὰ τὴν φθοράν, ἣν φθείρεται φθειρομένου τοῦ σώματος. ὥσπερ γάρ ἐστι τῆς ἐπιστήμης ἴδιος καὶ οἰκεία φθορά, καθ’ ἣν φθείρεται σῳζομένου τοῦ ζῴου, ἐστὶ δὲ καὶ ἄλλη τις κατὰ συμβεβηκός, καθ’ ἣν συμφθείρεται τῷ ζῴῳ, οὕτως ἀνάγκη καὶ τῆς ψυχῆς δύο ὑπάρχειν φθοράς εἴπερ ὕστερον ἐπιγίνεται. εἰ δὲ τοῦτο, φθαρείη ἄν ποτε ἡ ψυχή, ἤτοι χωρισθείη τοῦ σώματος, τοῦ ἐμψύχου μὴ φθαρέντος. ὡς γὰρ τῇ ἐπιστήμῃ οὐ συμφθείρεται ἡ ψυχή, ἀλλὰ φθαρείσης τῆς ἐπιστήμης ἡ ψυχὴ μένει τε καὶ ἔστιν, οὕτως ἔδει καὶ τῆς ψυχῆς φθαρείσης καὶ χωρισθείσης μένειν καὶ εἶναι τὸ σῶμα καὶ μετὰ τὸν χωρισμὸν τῆς ψυχῆς ἔμψυχον. νῦν δὲ τοῦτο οὐ γίνεται, ἀλλ ὁρᾶται παντελῶς ἄψυχον. ἐπεὶ οὖν, φησίν, οὐ φαίνεται τοιαύτη οὖσα ἡ ψυχή, τουτέστιν ἐπεὶ οὖν οὐ φαίνεται μὴ συμφθείρουσα τὸ σῶμα (οὐ γὰρ οὐ συμφθείρει, ἀλλὰ μᾶλλον |συμφθείρει), ἄλλως ἂν ἔχοι πρὸς τὴν τοῦ σώματος κοινωνίαν· τουτέστιν εἶδος ἔσται ἀχώριστον, καὶ οὐχ ὡς ἕτεροι λέγουσιν. Ἴσως δ’ ἄν τις ἀπορήσειεν εὐλόγως· ἆρ’ ἔστιν, οὗ ἄφθαρ- τόν ἐστι τὸ φθαρτόν; Ὅπερ ἀπορεῖ περὶ τοῦ αἰθέρος, τοιοῦτόν ἐστιν· ἆρα τὸν αἰθέρα τῇ ἑαυτοῦ φύσει φθαρτὸν ὄντα ἐνδέχεται ἔν τινι τόπῳ ἄφθαρτον εἶναι; οἷον εἰ πᾶν τὸ φθειρόμενον ὑπὸ ἐναντίου φθείρεται, ἡ δὲ κοίλη ἐπιφάνει τῆς σεληνιακῆς σφαίρας οὐκ ἔστιν ἐναντία τῷ αἰθέρι (τῷ γὰρ πέμπτῳ σώματι οὐδέν ἐστιν ἐναντίον, ὡς ἐν τῷ Περὶ οὐρανοῦ δέδεικται), συμβήσεται τὸ ἁπτόμενον μέρος τοῦ αἰθέρος τῆς σεληνιακῆς σφαίρας ἄφθαρτον εἶναι. τὸ μὲν γὰρ ἁπτόμενον τοῦ ἀέρος ἔστω φθαρτόν, εἴπερ ὁ μὲν αἰθὴρ ξηρός, ὁ δὲ ἀὴρ ὑγρός· τὸ δὲ λεπτότατον τοῦ αἰθέρος καὶ ἁπτόμενον τῆς σεληνιακῆς σφαίρας διὰ τί ἂν εἴη φθαρτόν; ἡ μὲν οὖν ἀπορία τοιαύτη, ἐπιχειρεῖ δὲ πρῶτον ἐνδόξως λέγων,. ὅτι οὐ φθείρεται καθ’ ὃ μέρος ἅπτεται τῆς σελήνης, εἶτα τίθησι τὸ ἀληθὲς καὶ λέγει φθείρεσθαι καὶ τῆς σεληνιακῆς σφαίρας μὴ οὔσης αὐτῷ ἐναντίας. ἐπιχειρεῖ οὖν πρῶτον καὶ λέγει, ὅτι οὐ φθείρεται. φθείρεται γάρ, φησί, τὰ μὲν ὑπάρχοντα τοῖς ἐναντίοις κατὰ συμβεβηκός. ἀσαφὴς δὲ οὖσα ἡ λέξις, δεῖ ἡμάς οὕτως εἰπεῖν· τὸ ὕδωρ ἐστὶ μὲν ὑγρὸν κα ψυχρόν, ἐστὶ δὲ καὶ γλυκύ· ὁμοίως τὸ πῦρ ξηρὸν καὶ θερμόν, ἀλλὰ καὶ λευκόν. ἐναντία δὲ τὸ ψυχρὸν τῷ θερμῷ, τὸ δὲ ὑγρὸν τῷ ξηρῷ. τούτων προειλημμένων ὑπάρχοντα λέγει τὸ γλυκὺ καὶ τὸ λευκόν, ἐναντία δὲ τὸ ψυχρὸν καὶ θερμόν, καὶ ὑγρὸν καὶ ξηρόν. καὶ ὑπάρχει τὸ μὲν γλυκὺ τῷ ψυχρῷ καὶ ὑγρῷ, τὸ δὲ λευκὸν τῷ ξηρῷ καὶ θερμῷ. εἰ μὲν οὖν φθαρέντος τοῦ γλυκέος μένει τὸ ψυχρὸν καὶ ὑγρόν, ἴδιος αὕτη ἡ φθορὰ καὶ καθ’ αὑτὴν τοῦ γλυκέος. εἰ δὲ τοῦ ψυχροῦ καὶ ὑγροῦ φθαρέντος συμφθαρῇ αὐτοῖς τὸ γλυκύ (ἀνάγκη γὰρ τοῦτο γενέσθαι), κατὰ συμβεβηκὸς ἔφθαρται τὸ γλυκύ. φθείρεται οὖν κατὰ συμβεβηκὸς τὸ γλυκὺ καὶ λευκόν ταῦτα γὰρ εἶπεν ὑπάρχοντα τοῖς ἐναντίοις, τουτέστι τῷ ψυχρῷ καὶ ὑγρῷ, καὶ θερμῷ καὶ ξηρῷ) φθειρομένων τῶν ἐν οἷς εἰσιν ἐναντίων. φθείρεται δὲ τὰ ἐναντία ὑπ’ ἀλλήλων. ὥστε ἀνάοὖν γκη φθείρεσθαι καὶ τὰ ἐν τοῖς ἐναντίοις ὄντα. εἰ δὴ κατὰ συμβεβηκὸς λέγομεν φθείρεσθαι τὰ ἐν ὑποκειμένῳ τινὶ ὄντα ὅταν τοῖς ἰδίοις ὑποκειμένοις μένοις συμφθείρηται, ὁ δ’ αἰθὴρ καὶ τὰ λοιπὰ στοιχεῖ οὐδενὶ συμεβεβήκασιν (οὐδεμία γὰρ οὐσία τῶν ἐν ὑποκειμένῳ), οὐκ ἄν φθείροιντο κατὰ συμβεβηκός. τούτου γάρ ἐστι δηλωτικὸν τὸ κατὰ συμβεβηκὸς δ’ οὐθὲν τῶν ἐν ταῖς οὐσίαις ἐναντίων φθείρεται; λέγων οὐσίας τὰ ζῶ καὶ πάντα τὰ σύνθετα, ἐν αὐταῖς δὲ ἐναντία τὰ τέσσαρα στοιχεῖα. ἐπεὶ οὖν πᾶν τὸ κατὰ συμβεβηκὸς φθειρόμενον τῶν ἐν ὑποκειμένῳ ἐστίν, οὐδὲν δὲ τῶν σωματικῶν στοιχείων ἐν ὑποκειμένῳ ἐστίν, οὐδὲν ἄν στοιχεῖον κατὰ συμβεβηκὸς φθείροιτο. τὸ γὰρ διὰ τὸ μηδενὸς ὑποκειμένου κατηγορεῖσθαι τὴν οὐσίαν ἴσον ἔστι τῷ μηδεμίαν οὐσίαν τῶν ἐν ὑποκειμένῳ εἶναι. οὕτω δείξας” μὴ οἷόν τε εἶναι φθείρεσθαι κατὰ συμβεβηκὸς τὰ στοιχεῖα, ἐπιχειρεῖ ὅτι οὐδὲ καθ’ αὑτὸ οἷόν τε ἄνω φθείρεσθαι τὸ πῦρ, λέγων ὥστε ᾧ μή ἐστιν ἐναντίον, καὶ ὅπου μή ἐστιν. εἴη δ’ ἂν τὸ λεγόμενον· ὅσαις τῶν οὐσιῶν μή ἐστιν ἐναντίον, ἄφθαρτοί εἰσι καὶ ἔσονται ἀεὶ διὰ τὸ πᾶν τὸ φθειρόμενον ὑπὸ ἐναντίου φθείρεσθαι. ὅσαις δ᾿ ἐστὶν ἐναντίον, ἐν ᾧ τόπῳ μὴ εὑρίσκεται ἐναντιότης, ἐν τούτω οὖσαι ἄφθαρτοι ἔσονται. ἀλλὰ μὴν ἡ σεληνιακὴ σφαῖρα οὐκ ἔστιν ἐναντία τῶ πυρί· ἄφθαρτον ἄρα ἔσται τὸ ἐν αὐτῇ μέρος τοῦ πυρὸς ὄν. Ἢ τοῦτο τῇ μὲν ἀληθές, τῇ δ’ οὔ· ἀδύνατον γὰρ τῷ ὕλην ἔχοντι μὴ ὑπάρχειν πὼς τὸ ἐναντίον. ᾿Εντεῦθεν λύει τὴν ἀπορίαν καί φησιν ἀληθὲς μὲν εἶναι τὸ πᾶν τὸ φθειρόμενον ὑπὸ ἐναντίου φθείρεσθαι, ψεῦδος δὲ τὸ μὴ εἶναι ἐνταῦθα, τουτέστιν ἐν τῷ ἄνω τόπῳ, ἐναντίον τῷ πυρί. ἀδύνατον γάρ, φησί, τῷ ὅλην ἔχοντι μὴ ὑπάρχειν πὼς τὸ ἐναντίον. εἰ γὰρ τῇ ὕλῃ τὸ εἶναι ὕλη ἐστὶν ἐν τῷ δεκτικὴν εἶναι τῶν ἐναντίων, ἀδύνατον μὴ μάχεσθαί πὼς τῆ θερμότητι καὶ ξηρότητι καὶ σπεύδειν ἀποπτύσαι μὲν αὐτάς, δέξασθαι δὲ ἄλλας. ὥστε καὶ ἐν τῷ ἀνωτάτω τόπῳ ὂν τὸ πῦρ φθαρήσεται. μάχεται γάρ πὼς ἡ ὕλη τῷ εἴδει, ἄλλως τε καὶ ποιότητά τινα ἐχούσης τῆς ἑκάστῳ προσεχοῦς ὑποκειμένης ὕλης. ἡ μὲν γὰρ νοουμένη κατὰ ἀπόφασιν καὶ ἀπογύμνωσιν πάντων τῶν εἰδῶν, ἥτις νοεῖται μέν, οὐκ ἔστι δέ, ἐκείνη μὲν δὴ ἄποιος· ἡ δὲ ὑποκειμένη τῶ πυρὶ ἢ τῷ ὕδατι ἔχει τινὰ ποιότητα· ποιὰ γάρ τις πρότερον γεγονυῖα οὕτω δέχεται τὸ θερμὸν καὶ ξηρόν. τοῦτο δ’ ἤδη ἔστι πῦρ. εἰσὶ γὰρ ἀμφότεραι δυνάμει πῦρ, καὶ ἡ χωρίς τινος ποιότητος νοουμένη, μὴ οὖσα δέ ποτε τοιαύτη, καὶ ἡ ἤδη ποιά τις οὖσα· ἀλλ’ ἐκείνη μὲν πορρωτέρω, ἡ δὲ ποιωθεῖσα ἐγγυτέρω. ὥσπερ γὰρ λέγομεν δυνάμει |ἐπιστήμονα καὶ τὸ ἤδη τεχθὲν παιδίον, λέγομεν δὲ ἐπιστήμονα καὶ τὸν μανθάνοντα, ἀλλ’ ἐκεῖνο μὲν πορρώτερον, οὗτος δ’ ἐγγύτερον, οὕτω καὶ ἐπὶ τῆς ὕλης τῆς τε ἀποίου καὶ τῆς ἤδη ποιᾶς τινος γεγονυίας καὶ ἐλθούσης ἀπὸ τοῦ πρώτου δυνάμει εἰς τὸ δεύτερον. τούτων οὕτως ἐχόντων πάνυ ἀκριβῶς πρόσκειται τὸ πῶς ἐν τῇ λέξει τῇ ἀδύνατον γὰρ τῷ ὕλην ἔχοντι μὴ ὑπάρχειν πῶς τὸ ἐναντίον. οὐ γὰρ ἁπλῶς ἐστιν ἡ ὕλη ἡ ὕλη ἐναντίον τῷ τοῦ πυρὸς εἴδει, οἷον τῇ θερμότητι καὶ ξηρότητι, ἀλλ’ ᾗ σύνεστιν ἐν αὐτῇ ἡ τῶν ἄλλων στέρησις, καὶ ᾗ ἡ μέν ἐστι δύναμις, τὸ δὲ ἐνέργεια, καὶ ᾗ πέφυκεν ἀποπτύειν μὲν τόδε τὸ εἶδος, δέχεσθαι δὲ ἄλλο, καὶ ᾗ ποιωθεῖσα μᾶλλόν ἐστι δυνάμει. ἡ γὰρ τοιαδὶ ποιότης σπεύδουσα μεταβαλεῖν τὸ εἶδος εἰς ἑαυτήν, ὁμοίως καὶ τὸ εἶδος τὴν ποιότητα εἰς ἑαυτό, ἀνάγκη φθείρεσθαι τὸ πῦρ κρατηθέντος τοῦ πυροειδοῦς ὑπὸ τῆς ποιότητος τῆς ἐκ τοῦ δυνάμει οὔσης πῦρ μεταβεβληκυίας εἰς τὸ δυνάμει εἶναι ἀὴρ ἢ ἄλλο τι. ὥστε ἔχει πῶς ἐν ἑαυτῷ τὸ πῦρ ἐναντίον ἄνω ὄν. Πάντῃ μὲν γὰρ εἶναι τὸ θερμὸν ἢ τὸ εὐθὺ ἐνδέχεται, πᾶν δὲ εἶναι ἀδύνατον. εἰπὼν ὅτι τῷ ἔχοντι ὕλην ἀδύνατον μὴ ὑπάρχειν πῶς τὸ ἐναντίον, 17 διὰ τούτων κατασκευάζει τὸ προκείμενον, δυνάμει λέγων· εἰ μὲν γὰρ ἦν τὸ πῦρ χωρὶς ὕλης, εἰκὸς ἦν λέγειν, ὅτι ἐν τῷ ἄνω τόπῳ οὐ φθαρήσεται διὰ τὸ μὴ ἐνταῦθα ὑπάρχειν αὐτῷ ἐναντίον· ἐπεὶ δὲ μετὰ ὕλης ἐστὶ καὶ ἔχει πὼς τὸ ἐναντίον, οὐκ εὔλογόν ἐστι τὸ λέγειν, ὅτι οὐ φθαρήσεται ἄνω ὄν. ἡ μὲν οὖν διάνοια τῶν ὑπὸ τῆς λέξεως αἰνιττομένων αὕτη ἐστίν, τὸ δὲ τῆς λέξεως τοιοῦτον· ἡ μὲν γὰρ θερμότης καὶ ἡ ξηρότης πάντῃ, τουτέστι ἐν ὅλῃ τῇ φύσει τῆς ὕλης, ἥτις ὑπόκειται τῷ πυρί, τυγχάνουσιν οὖσαι· οὕτω γάρ εἰσιν ἐν αὐτῇ ὡς τὰ εἴδη ἐν τῇ ὕλῃ. οὐ γὰρ ἐν τῷδε μὲν τῷ μέρει τῆς ὕλης ἐστὶ θερμότης, ἐν τούτῳ δ’ οὐκ ἔστιν, ἀλλ’ ἐν 30 ἁπάσῃ τῇ φύσει αὐτῆς, ὥσπερ καὶ ἡ θερμότης ἐν ἅπαντι τῷ θερμῷ ὕδατι· οὐ γὰρ τοῦ τεθερμασμένου ὕδατος τὸ μέν ἐστι θερμόν, τὸ δὲ ψυχρόν, 25 ἀλλ’ ὅλον δι’ ὄλου. ἔστι μὲν οὖν πάντῃ τὸ θερμόν, πᾶν δὲ οὔκ ἐστι θερμόν· τουτέστι πᾶν δὲ οὔκ ἐστι θερμότης, ἀλλὰ σύνθετον ἐξ ὕλης καὶ θερμότητος. ὥσπερ γὰρ τὸ ζῷον οὔκ ἐστι ψυχή, ἀλλὰ σύνθετον ἐξ ὕλης μὲν τοῦ σώματος, εἴδους δὲ τῆς ψυχῆς, οὕτω καὶ τὸ πῦρ οὔκ ἐστι πῦρ μόνον ἤτοι θερμότης, ἀλλὰ σύνθετον ἐξ ὕλης καὶ θερμότητος καὶ ἔτι ξηρότητος. ὁμοίως καὶ ἡ εὐθύτης ἐστὶ μὲν ἐν ἅπαντι τῷ ξύλῳ, οὔκ ἐστι δὲ τὸ πᾶν τὸ ἐκ ξύλου καὶ εὐθέος εὐθύτης, ἀλλὰ σύνθετον ἐκ ξύλου καὶ εὐθύτητος. εἰπὼν δὲ ὅτι πᾶν δὲ εἶναι θερμὸν ἢ λευκὸν ἀδύνατον, τὴν αἰτίαν τούτου ἐπήγαγεν εἰπών· ἔστι γὰρ τὰ πάθη κεχωρισμένα. ἔστι δὲ τὸ λεγόμενον· εἰ γάρ ἐστι τὸ πῦρ θερμότης μόνον χωρὶς ὕλης καὶ ὑποκειμένου καὶ τὸ εὐθὺ ξύλον εὐθύτης, ἔσται τὰ πάθη αὐτὰ καθ’ αὑτὰ χωρὶς ὑποκει- μένου· ὅπερ ἀδύνατον. πᾶν γὰρ πάθος ἐν ὑποκειμένῳ. ὥστε οὔκ ἐστι τὸ πῦρ χωρὶς ὑποκειμένου καὶ ὕλης καὶ ἐναντίου. τῶν δ᾿ ἐναντίων τὸ μὲν ποιεῖ, τὸ δὲ πάσχει. ὥστε, ἐπειδὴ ἅμα εἰσὶ τὰ ἐναντία ἄνω, ἀδύνατον μὴ μεταβάλλειν. ἔτι ἐπεὶ τὸ πῦρ τρέφεται καὶ ἐνταῦθα καὶ ἄνω, ὅπου δὲ τροφὴ καὶ τρεφόμενον, περίττωμα, τὸ δὲ περίττωμα ἐναντίον, κἄν διὰ τοῦτο ἀναγκαῖον ἐναντίον τι εἶναι ἄνω τῷ πυρί. εἰ δὲ ἐναντίον, καὶ μάχη, καὶ τὸ ἑπόμενον αὐτῇ, φθορά. εἰπὼν δὲ ὅτι τὸ περίττωμα ἐναντίον, πιστούμενος ὅτι ἐναντίον, ἐπήγαγεν· ἐξ ἐναντίου γὰρ ἀεὶ ἡ μεταβολή. εἰ γὰρ ἡ πρώτη τροφὴ ἐναντίον τῷ τρεφομένῳ, ὡς πολλάκις εἴρηται, τὸ δὲ περίττωμα μέρος ἢ ὑπόλειμμα τῆς πρώτης τροφῆς, δηλονότι καὶ τὸ περίττωμα 40 ἐναντίον τῷ φερομένῳ, ὅπερ περίττωμα σπεύδουσα ἡ τοῦ τρεφομένου φύσις μεταβαλεῖν εἰς ἑαυτήν, ἀνάγκη μάχην γίνεσθαι· εἰ δὲ τοῦτο, καὶ φθορὰν τοῦ κρατηθέντος. Εἰ δὲ πᾶν ἐξελαύνει τὸ ἐνεργείᾳ ἐναντίον, κἄν ἐνταῦθα ἄφθαρτον ἄν εἴη. ἢ οὔ. Ἐνεργείᾳ ἐναντίον λέγει τὸ περίττωμα. ἡ δ’ ἐπιχείρησις αὕτη ἁρμόττοι ἄν ἐπὶ τοῦ ἐνταῦθα πυρός, ἀλλ’ οὐκ ἐπὶ τοῦ ὄντος ἄνω. ἔστι δὲ τὸ λεγόμενον λύσις ἐνστάσεως τινος, ἣν ἐπήγαγεν ἄν τις τῷ λόγῳ. εἶπε γὰρ ἄν τις· ὥσπερ τὰ τῶν ζῴων σώματα ἔχει ἀποκριτικὴν δύναμιν, ὑφ’ ἧς ἐκκρίνει τὴν τῆς |ξηρᾶς καὶ ὑγρᾶς τροφῆς περίττωσιν, οὕτως 159r ἀναγκαῖον ἔχειν καὶ τὸ πῦρ, ὑφ’ ἧς ἐκκριθήσεται τὸ ἐνεργείᾳ ἐναντίον, ἤγουν τὸ περίττωμα. ἐξελαθὲν δὲ καὶ πόρρω ποι ἐκσφενδονηθὲν οὐκ ἄν ἅπαν ἐξελαύνοι ἡ ἀποκριτικὴ τοῦ πυρὸς δύναμις, εἴη ἄν τὸ ἐνταῦθα ἄφθαρτον. τοῦτο θεὶς λύει λέγων· ἢ οὔ, τουτέστιν ῾ἢ οὐκ ἂν εἴη ἐνταῦθα ἄφθαρτον᾿· φθαρήσεται γὰρ ὑπὸ τοῦ περιέχοντος, ἤτοι τοῦ ἀέρος. ἐπὶ τοῦ παρόντος γὰρ πυρός, ὡς εἴπομεν, ὁ λόγος ἁρμόττει· ὅπερ καὶ αὐτὸς ἐννοήσας ἐπήγαγεν· εἰ μὲν οὖν ἱκανὸν ἐκ τῶν εἴρη μένων, καὶ προσυκακουστέον τοῦ ἔστω, ἵν’ ᾖ τὸ πᾶν· εἰ μὲν οὖν ἱκανὸν ἐκ τῶν εἰρημένων, ἔστω· τουτέστιν εἰ μὲν ἱκανῶς λέλυται, ἀρκεῖ, εἰ δὲ μή, πάλιν ῥητέον τὴν προτέραν λύσιν τὴν λέγουσαν· ἔστι τι ἐνεργείᾳ ἐναντίον, πάλιν ἐνεργείᾳ γείᾳ ἐναντίον λέγων τὸ περίττωμα. τὸ δὲ δι’ ὃ ἡ ἐλάττων φλὸξ κατακαίεται ὑπὸ τῆς πολλῆς κατασκευαστικόν ἐστι τοῦ ὅτι τρέφεται τὸ πῦρ. εἰ δὲ τρέφεται, ἔχει δηλονότι καὶ τὸ περίττωμα. κατακαίεται οὖν ἡ ἐλάττων φλὸξ ὑπὸ τῆς πολλ· ῆς, ὅτι ἡ τροφὴ (αὕτη δ’ ἐστὶν ὁ καπνός), ἣν ἡ ἐλάττων φλὸξ ἐν πλείονι χρόνῳ ἐπινέμεται καὶ κατεσθίει, ἡ πλείων φλὸξ θᾶττον καὶ ἐν ὀλίγῳ χρόνῳ καταδαπανᾷ καὶ καταναλίσκει. ἀναλωθείσης δὲ τῆς τροφῆς, ἀφ’ ἧς ἔμελλε τὸ ἔλαττον πῦρ τραφήσεσθαι, ὑπὸ τοῦ πολλοῦ πυρὸς καὶ μὴ ἔχον ᾧ τραφήσεται σβέννυται. τὸ δὲ δι’ ὃ πάντα ἀεὶ ἐν κινήσει ὡς αἴτιον ἐπῆκται τοῦ πάντα ἔχειν ἢ ὕλην ἢ ὑποκείμενον. τὸ δὲ περιέχον εἰ μέν ἐστιν οἰκεῖον τῆ κράσει τοῦ σώματος τῶν ζῴων, συντείνει καὶ συνεργεῖ πρὸς μακροβιότητα· εἰ δ᾿ ἀνοικείως ἔχει, ἀντιπράττει καὶ ὀλιγοχρονιώτερον ἀποτελεῖ. λέγει δὲ καὶ ὅτι τὰ μὲν ἔχοντα ὕλην μᾶλλον δ’ ὑποκείμενον τοῦ ποῦ, ὥσπερ τὰ θεῖα καὶ κυκλοφορητικὰ φορητικὰ σώματα, κατὰ τόπον μεταβάλλει· εἰ δὲ ἔχει ὕλην τοῦ ποσοῦ, κατὰ αὔξησιν καὶ φθίσιν· εἰ δὲ ὕλην πάθους, ἀλλοιοῦται. Ἕτι δὲ οὔτε τὰ μέγιστα ἀφθαρτότερα· ἵππος γὰρ ἀνθρώπου που βραχυβιώτερον. Μέλλων ἐντεῦθεν ἀποδιδόναι τὰς αἰτίας τοῦ τε μακροβίου καὶ βραχυβίου, ἐπειδὴ ὡς ἐπὶ τὸ πολὺ τὰ μείζω μακροβιώτερά εἰσι τῶν ἐλαττόνων, περὶ τούτων πρῶτον διορίζεται καὶ δείκνυσιν, ὅτι οὕτε τὸ μέγα οὕτε τὸ μικρὸν ἁπλῶς εἰσιν αἴτια ἢ τοῦ μακροβίου ἢ τοῦ βραχυβίου, ἀλλ’ ἕτερόν τι. λέγει οὖν ὅτι οὔτε τὰ μέγιστα ἀφθαρτότερα τῶν ἐλαττόνων (ἵππος γὰρ ἀνθρώπου βραχυβιώτερος μείζων ὢν ἀνθρώπου), οὔτε μὴν τὰ μικρὰ μακροβιώτερα τῶν μειζόνων. τὰ πολλὰ γὰρ τῶν ἐντόμων μικρὰ ὄντα ἐπέτειά ἐστιν· ἔνια γὰρ βιοῖ χρόνον καὶ ἴσως οὐδ’ ἐκεῖνον ὁλόκληρον. ἀλλὰ μὴν οὐδὲ πάντα τὰ φυτὰ μακροβιώτερα πάντων τῶν ζῴων· ἐπέτεια γὰρ ἔνια τῶν φυτῶν, οἷον κράμβη, τεῦτλον, ὤκιμον, ἄλλα πολλά. οὔτε μὴν τὰ ἔναιμα μακροβιώτερα τῶν ἀναίμων· μέλιττα γὰρ ἄναιμος οὖσα μακροβιωτέρα ἐστὶν ἐνίων ἐναίμων· αἱ γὰρ ψύλλαι ἐπέτειοι ἔναιμοι οὖσαι. ἀλλὰ μὴν οὐδὲ πάντα τὰ ἄναιμα μακροβιώτερα τῶν ἐναίμων· τὰ γὰρ μαλάκια ἐπέτεια ἄναιμα ὄντα. οὔτε τὰ ἐν τῇ γᾖ πάντα ἀφθαρτότερα τῶν ἐνύδρων (καὶ γὰρ ἔνια καὶ φυτὰ καὶ πεζὰ ζῷα ἐπέτειά ἐστιν), οὕτε τὰ ἔνυδρα πάντα (ταῦτα γὰρ εἶπε τὰ ἐν τῇ θαλάττῃ) πάντων τῶν ἐν τῇ γῇ ἀφθαρτότερα· τὰ γὰρ ὀστρακηρὰ καὶ ὦ τὰ μαλάκια βραχύβια. ταῦτα εἰπὼν ἐπάγει· ὅλως δὲ καὶ πρώτως τὰ μακροβιώτερα βιώτερα ἐν τοῖς φυτοῖς ἐστιν (ὁ γὰρ φοῖνιξ τὸ φυτὸν μακροβιώτατον). δευτέρως δὲ ἐν τοῖς ἐναίμοις μᾶλλον ἢ ἐν τοῖς ἀναίμοις καὶ ἐν τοῖς πεζοῖς ἢ ἐν τοῖς ἐνύδροις. ὥστ’ ἐπεὶ μᾶλλον ἐν τοῖς ἐναίμοις καὶ ἐν τοῖς πεζοῖς τὸ μακρόβιον ἢ ἐν τοῖς ἀναίμοις καὶ ἐνύδροις, καὶ συνδυασθέντα τὸ μὲν πεζὸν τῷ ἐναίμῳ, τὸ δὲ ἔνυδρον τῷ ἀναίμῳ, ἔσονται τὰ πεζὰ καὶ ἔναιμα μακροβιώτερα τῶν ἐνύδρων καὶ ἀναίμων. ταῦτα προειπὼν τὰς αἰτίας |τοῦ τὰ μὲν εἶναι μακρόβια, τὰ δὲ βραχύβια σαφέστατα ἀπαγγέλλει. ἐν δὲ τῇ λέξει τῇ ἵνα μήτε εὔπηκτον μήτε εὐξήραντον ᾗ, μὴ εὔπηκτον μὲν διὰ τὸ θερμόν τὸ γὰρ θερμὸν οὐκ ἐᾷ πήγνυσθαι), μὴ εὐξήραντον δὲ διὰ τὸ πλῆθος· τὸ γὰρ πολὺ οὐκ εὐξήραντον. Μακροβιώτερα γὰρ τὰ λειπόμενα τῷ πλήθει τοῦ ὑγροῦ, ἐὰν πλείονι λόγῳ ὑπερέχῃ κατὰ τὸ ποιόν. Ποιὸν λέγει τὸ θερμὸν καὶ τὸ λιπαρόν. ἔστι δὲ τὸ λεγόμενον· τὰ λειπόμενα τῷ πλήθει τοῦ ὑγροῦ καὶ πλεονάζοντα τῷ ποιῷ ἐν πλείονι λόγῳ μακροβιώτερά εἰσι τῶν πλεοναζόντων τῷ ὑγρῷ καὶ λειπομένων τῷ ποιῷ. τὸ δὲ ἄν πλείονι λόγῳ ὑπερέχῃ, τοιοῦτόν ἐστιν· ἂν ἡ τὸ ἐν τῷ ἵππῳ φέρε εἰπεῖν ὑγρὸν τριπλάσιον τοῦ ἐν τῷ ἀνθρώπῳ ὑγροῦ, τὸ δὲ ἐν τῷ ἀνθρώπῳ θερμὸν δεκαπλάσιον τοῦ ἐν τῷ ἵππῳ θερμοῦ, πλείονι λόγῳ ὑπερέχει ἡ τοῦ ἀνθρώπου θερμότης τῆς τοῦ ἵππου θερμότητος παρ’ ὃ ἡ τοῦ ἵππου ὑγρότης τῆς τοῦ ἀνθρώπου ὑγρότητος· πλείων γὰρ ὁ δεκαπλάσιος λόγος τοῦ τριπλασίου. τοῦτο εἰπὼν ἐπάγει, ὅτι ἔν τισι τὸ θερμὸν οὐδὲν ἄλλο ἐστὶν ἢ αὐτὸ τὸ λιπαρόν (δι᾿ ὃ καὶ ἀντὶ τοῦ εἰπεῖν θερμὸν ῥητέον ὅτι λιπαρόν), ἐν ἐνίοις δὲ οὐ τὸ λιπαρόν, ἀλλὰ τὸ ἀνάλογον· ὅπερ ἄλλον εἶπε χυμόν. ἐν δὲ τῇ λέξει τῆ ἀναιρεῖ γὰρ τὸ τοιοῦτον ἢ νόσῳ ἢ φύσει ῾τοιοῦτον᾿ λέγει τὸ περίττωμα. ἀναιρεῖ οὖν, φησί, τὸ περίττωμα ἢ νόσῳ ἢ φύσει· φύσει μέν, ὅταν μάχηται τὸ περίττωμα ὅλῃ τῇ τοῦ σώματος κράσει (ταύτην γὰρ εἶπε φύσιν)· ὅταν οὖν μαχεσάμενον ὅλῃ τῇ φύσει καὶ κράσει τοῦ σώματος καὶ κρατῆσαν ἀνέλῃ, τότε φαμὲν ὅτι ἀνεῖλε φύσει, ἴσον λέγοντες ὅτι πᾶσαν τὴν τοῦ ζῴου κρᾶσιν ἀνέτρεψεν· ὅταν δὲ τὸ περίττωμα πρὸς ἓν μόριον τὴν μάχην ποιήσηται, οἷον πρὸς ἧπαρ ἢ σπλῆνα, καὶ ἀνέλῃ σὺν αὐτῷ καὶ τὸ ζῷον, τότε φαμέν, ὅτι νόσῳ ἀνεῖλεν, ἴσον λέγοντες, ὅτι ἓν μόριον νοσῆσαν, συνέφθαρται αὐτῷ τὸ πᾶν. ὃ καὶ αὐτὸς σαφηνίζων ἐπήγαγεν· ἐναντία δ’ ἡ τοῦ περιττώματος δύναμις καὶ φθαρτική, ἡ μὲν τῆς φύσεως, ἡ δὲ μορίου, ὅπερ εἶπε φύσει νῦν εἰπὼν φύσεως, ὅπερ δὲ νόσῳ νῦν μορίου. εὔλογον δὲ καὶ τὰ πολύσπερμα ταχὺ γηράσκειν· τὸ γὰρ σπέρμα περίττωμα ὂν τῆς αἱματικῆς τροφῆς ἐξιὸν συνεξάγει καὶ θερμότητα· ταύτης δ’ ἐξιούσης ἀνάγκη ξηραίνεσθαι καὶ τὸ ὑγρόν· καὶ διὰ τοῦτο ἡμίονος μακροβιώτερος ἵππου (οὐ γάρ ἐστι σπερματικόν), καὶ τὰ θήλεα τῶν ἀρρένων· εἰ γὰρ καὶ πλεῖον τὸ τῶν θηλέων περίττωμα, ἀλλ’ οὐκ ἔστι θερμὸν ὥσπερ τὸ τῶν ἀρρένων· ὑδατῶδες γὰρ καὶ φύσει ψυχρὸν τὸ τῶν θηλέων. ἔτι δὲ ὅσα πονητικὰ τῶν ἀρρένων· καὶ διὰ τὸ ὀχεύειν γὰρ καὶ διὰ τὸν πόνον γηράσκει. μακροβιώτερα δὲ καὶ τὰ ἐν θερμοῖς τόποις, δι’ ἣν αἰτίαν καὶ τὰ μείζω· πλεῖον γὰρ καὶ ἐν τοῖς μείζοσι τὸ θερμόν. εἰπὼν δὲ ὅτι μακροβιώτερά ἐστι τὰ ἐν τοῖς θερμοῖς τόποις, εἰς πίστιν τούτου παρέθετο τὸ καὶ μάλιστ’ ἐπίδηλον δηλον τὸ μέγεθος τῶν τὴν φύσιν ψυχρῶν ζῴων, λέγων φύσει ψυχρὰ τὰ ἄναιμα. ἔστι δὲ τὸ λεγόμενον, ὅτι τὰ ἄναιμα, ὅπερ ἱέν τοῖς ψυχροῖς τόποις μικρὰ γίνεται, ἐν τοῖς θερμοῖς μεγάλα ἀποτελεῖται, ὡς τῆς θερμότητος αἰτίας οὔσης τῆς αὐξήσεως, εἰ δὲ τῆς αὐξήσεως, καὶ τῆς μακροβιότητος. Τροφὴν δὲ μὴ λαμβάνοντα καὶ τὰ ζῷα καὶ τὰ φυτὰ φθείρεται. τὴν αἰτίαν διὰ τούτων λέγει, καθ’ ἣν φθείρεται τὰ ζῷα καὶ τὰ φυτὰ τροφὴν μὴ λαμβάνοντα. συντήκει γάρ, φησί, τὸ μὴ τρεφόμενον αὐτὸ ἑαυτό. τὸ γὰρ ἔμφυτον θερμὸν ἐν ταῖς ἀτροφίαις δραστικώτερον γινόμενον ἀναλίσκει τὰς σάρκας καὶ ὅλως τὴν ὕλην, ἐν ᾗ ἐστι. τούτων δὲ ἀνηλωμένων φθείρεται καὶ τὰ ζῷα καὶ τὰ φυτά. Τὸ δὲ τὰ ἔνυδρα τῶν πεζῶν ἧττον μακρόβια ταὐτόν ἐστι τῷ βραχυβιώτερα. αἱ δὲ μέλιτται μακροβιώτεραί εἰσιν ἐνίων μειζόνων ζῴων, ὅτι ἔχουσι γλυκύτητα· τοιαύτη γὰρ ἡ τροφὴ αὐτῶν. ἡ δὲ γλυκύτης θερμή· ὅτι δὲ ἡ γλισχρότης συνέχει καὶ τὸ ὑγρὸν καὶ τὸ θερμὸν καὶ οὐκ ἐᾷ διαπνεῖσθαι, εἴρηται πολλάκις. Περὶ δὲ τοῦ πολυχρόνιον εἶναι τὴν τῶν δένδρων φύσιν δεῖ λαβεῖν τὴν αἰτίαν· ἔχει γὰρ ἰδίαν πρὸς τὰ ζῷα, πλὴν πρὸς τὰ ἔντομα. Τὸ ἔχει γὰρ ἰδίαν πρὸς τὰ ζῷα, πλὴν πρὸς τὰ ἔντομα ἴσον ἐστὶ τῷ ῾διαφέρει τῶν ἄλλων ζᾠων' πλὴν τῶν ἐντόμων. τοῖς μὲν γὰρ ἐντόμοις κοινωνεῖ, διαφορὰν δ’ ἔχει πρὸς τὰ ἄλλα ζῷα. καὶ τί μὲν ἐκείνοις κοινωνεῖ, τί δὲ τούτων διαφέρει, ἤδη ἐρεῖ. πρῶτον δὲ λέγει, τί διαφέρει τῶν ἄλλων. οὐ γὰρ διὰ τὴν θερμότητα, φησί, κυρίως εἰσὶ μακρόβια, ὥσπερ τὰ ζῷα, ἀλλὰ διὰ τὸ ἀεὶ νέα γίνεσθαι· ἀεὶ γὰρ ἕτεροι οἱ πιόρθοι, λέγων πτόρθους τοὺς κλάδους, οἱ δὲ γηράσκουσι. τῆς γὰρ καρύας φέρε εἰπεῖν τῆσδε οἱ μὲν τῶν πτόρθων ξηροί εἰσιν, οἱ δὲ χλωροὶ καὶ ἀκμάζοντες, καὶ αἱ ῥίζαι ὁμοίως αἱ μὲν χλωραί, αἱ δὲ ξηραί· πλὴν οὐχ ἅμα ὅλαι ἢ γηράσκουσιν ἢ ἀκμάζουσιν (ὁμοίως τοῦτο καὶ ἐπὶ τῶν πτόρθων), ἀλλ’ ὁτὲ μὲν τὸ στέλεχος, λέγων στέλεχος τὸν κορμόν, καὶ οἱ κλάδοι ἀπώλοντο, αἱ δὲ ῥίζαι μένουσαι, ἕτεροι κλάδοι καὶ στέλεχος ἀπ’ αὐτῶν ἀνεφύησαν. ὅταν γὰρ οὕτως ὦσιν αἱ ῥίζαι, τουτέστι ζῶσαι καὶ μὴ γεγηρακυῖαι, ἄλλαι ἐκ τοῦ ὑπάρχοντος γίνονται, λέγων ὑπάρχον τὸ πλῆθος τῶν ῥιζῶν, αἵτινες ζῶσι· καὶ οὕτως ἀεὶ διατελεῖ τὸ μὲν φθειρόμενον, τὸ δὲ γινόμενον. ἐπεὶ οὖν τούτου μὲν φθειρομένου ἄλλο γίνεται καὶ τούτου πάλιν ἄλλο, εἰκότως, μᾶλλον δ’ ἀναγκαίως συμβαίνει μακρόβιον εἶναι τὴν τῶν δένδρων φύσιν. ἔοικε δὲ τὰ φυτὰ τοῖς ἐντόμοις, ὥσπερ εἴρηται πρότερον. Τὴν κοινωνίαν διὰ τούτων τίθησι τῶν ἐντόμων καὶ τῶν φυτῶν. κοινωνεῖ δὲ τὰ φυτὰ τοῖς ἐντόμοις, ὅτι ὥσπερ τὰ φυτὰ τεμνόμενα ζῇ, οὕτως καὶ τὰ ἔντομα· καὶ γὰρ καὶ τὰ ἔντομα, ὥσπερ εἴρηται ἐν τῷ Περὶ ζώων πορείας, τεμνόμενα, ζῇ ἐπὶ πολὺ ἀμφότερα τὰ τμήματα. οὐκ ἀεὶ δὲ ζῇ, ἤτοι οὐκ ἴσους χρόνους διηνεκεῖς ἢ πολλοὺς ζῇ ἀμφότερα τὰ τμήματα τῶν ἐντόμων διὰ τὸ μὴ ἔχειν τὸ ἕτερον τμῆμα (θάτερον γὰρ ἔχει) ὄργανον ἤτοι στόμα, δι’ οὗ τραφήσεται. οὐδὲ γὰρ δύναται ἡ ψυχὴ (ταύτην γὰρ εἶπεν ἀρχήν) ἡ ἐν ἑκάστῳ τῶν τμημάτων οὖσα ποιεῖν στόμα, ἡ δ΄ ἐν τοῖς φυτοῖς δύναται· ἔχει γὰρ ὁ κλάδος ἐν ἑαυτῷ δυνάμει καὶ ῥίζαν καὶ καυλόν, λέγων καυλὸν τὸ στέλεχος. διὸ ἀπ’ αὐτῆς τῆς δυνάμεως προέρχεται τό τε νεάζον καὶ τὸ γηράσκον. διαφέρει δὲ τὰ ἐκ τῶν ῥιζῶν τοῦ αὐτοῦ καὶ ἑνὸς δένδρου τῶν ἀποφυτευομένων τῷ μὲν μακροβίῳ οὐδέν, μόνῳ δὲ τῷ τὰ μὲν ἀποφυτευόμενα κεχωρισμένα εἶναι ἀπ’ ἀλλήλων, ἐκεῖνα δ’ ὁμοῦ. τὸ γὰρ ἐκεῖ δὲ διὰ τοῦ συνεχοῦς ἴσον ἔστι τῷ ᾿ἐκεῖ δὲ ὁμοῦ'. αἴτιον δέ φησι τοῦ τὰ ἀποφυτευόμενα ζῆν, ὅτι ἐνυπάρχει πάντῃ ἡ ἀρχὴ ἡ δυναμένη ποιεῖν ῥίζας. Συμβαίνει δὲ ταὐτὸ ἐπί τε τῶν ζῴων καὶ τῶν φυτῶν. Ἐἰπὼν τὴν διαφορὰν τῶν ζῴων καὶ φυτῶν, εἶτα τὴν κοινωνίαν καὶ διαφορὰν τῶν ἐντόμων καὶ φυτῶν, νῦν λέγει καὶ τὴν κοινωνίαν τῶν ζῴων καὶ φυτῶν. ἔχουσιν οὖν, φησί, ταὐτότητα καὶ κοινωνίαν τὰ ζῷα καὶ φυτά· ὥσπερ γὰρ τὰ ἄρρενα μακροβιώτερά εἰσι τῶν θηλειῶν διὰ τὸ τὰ ἄνω ἔχειν μείζω, οὕτω καὶ τὰ φυτὰ τὰ κεφαλοβαρῆ, τουτέστι τὰ ἔχοντα μεγάλας ῥίζας καὶ μέγα στέλεχος, τῶν μὴ κεφαλοβαρῶν. εἰσὶ δὲ κεφαλοβαρῆ τὰ δενδρώδη. ὅτι δὲ τὰ ἄνω τοῦ φυτοῦ αἱ ῥίζαι εἰσὶ καὶ τὸ στέλεχος, κεφαλῇ ἀναλογοῦντα, κάτω δὲ οἱ κλάδοι, οὐδεὶς ἀγνοεῖ. καὶ τὰ ἄρρενα δὴ καὶ τὰ κεφαλοβαρῆ τῶν φυτῶν μακροβιώτερα διὰ τό τὰ ἄνω ἔχειν μεγάλα τῶν μὴ τοιούτων. ἔστι δὲ τὸ θερμὸν ἐν τοῖς |ἄνω, τὸ δὲ ψυχρὸν ἐν τοῖς κάτω· αἴτιον δὲ τὸ θερμὸν καὶ μακροβιότητος καὶ αὐξήσεως. αὔξονται οὖν ταῦτα ἐπὶ τὸ ἄνω, τὰ δ’ ἐπέτεια ἐπὶ τὸ κάτω, ἤτοι ἐπὶ τοὺς κλάδους, ἐν οἷς ὁ καρπὸς γίνεται. καὶ λοιπὸν συμπεραινόμενος λέγει, ἐφεξῆς εἶναι τῆς παρούσης πραγματείας τὴν Περὶ ζωῆς καὶ θανάτου καὶ γήρως καὶ νεότητος.