Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΠ ΠΕΡΙ ΤΗΣ ΚΑΘ ΥΠΝΟΝ ΜΑΝΤΙΚΗΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ.
Michael of Ephesius, In parva naturalia commentaria ΣΧΟΛΙΑ ΕΙΣ ΤΠ ΠΕΡΙ ΤΗΣ ΚΑΘ ΥΠΝΟΝ ΜΑΝΤΙΚΗΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ..1
Not analysed yet
Περὶ δὲ τῆς μαντικῆς τῆς ἐν τοῖς ὕπνοις γινομένης καὶ λεγομένης συμβαίνειν ἀπὸ τῶν ἐνυπνίων. Μετὰ τὸ Περὶ ἐνυπνίων εὐθὺς τάττει τὸ Περὶ τῆς ἐν τοῖς ὕπνοις μαντικῆς. λέγεται δὲ μαντικὴ διὰ τὸ προμαντεύεσθαι καὶ προγινώσκειν, ἃ μέλλομεν ποιεῖν ἢ πράττειν ὕστερον, παρὰ τῶν ἐνυπνίων. ἀπὸ γὰρ τῶν ἐνυπνίων προμαντευόμεθα, ὅτι τόδε τι ἡμῖν συμβήσεται. ταύτης δὴ τῆς μαντικῆς οὔτε καταφρονῆσαι ῥᾴδιον ὡς μὴ ἐχούσης τι σημειῶδες ἢ προμάντευμα τῶν μελλόντων γίνεσθαι (πείθει γὰρ ἡμᾶς ἡ πεῖρα τῶν ἑκάστην γινομένων, ὡς ἔχει τι σημειῶδες), οὔτε δεῖ πάλιν πεισθῆναι, ὅτι τὰ ἐνύπνια αἴτιά εἰσι πάντων τῶν μελλόντων γίνεσθαι, ἀλλὰ τούτων τινὰ μέν εἰσιν αἴτια, τινὰ δὲ σημεῖα, τινὰ δὲ συμπτώματα. τίνα δὲ τούτων αἴτια καὶ τίνα σημεῖα καὶ τίνα συμπτώματα, αὐτὸς ἐρεῖ προελθών. εἰπὼν δὲ ὅτι καὶ τὸ περὶ ἐνίων εἶναι τὴν μαντικὴν ἐν τοῖς ὕπνοις ἐπήγαγε· δι᾿ ὃ καὶ περὶ τῶν ἄλλων ἐνυπνίων ὁμοίως ἄν τις οἰηθείη. ἔστι δὲ τὸ περὶ τῶν ἄλλων ἴσον τῷ περὶ πάντων καὶ εἴη ἄν τὸ λεγόμενον δυνάμει τοιοῦτον· ἐπεὶ γὰρ ἔνια τῶν ἐνυπνίων ἔχουσι σημειῶδές τι, οἰηθείη ἄν τις ὅτι καὶ ἁπλῶς πάντα τὰ ἐνύπνια τοιαῦτα τυγχάνει, καὶ οὐδέν ἐστιν ἐνύπνιον, ὅπερ οὐκ ἔχει τι σημειῶδες. ἀλλὰ τὸ μὲν ἔχειν τινὰ σημειῶδες δῆλον, τὸ δὲ μὴ λέγειν αἰτίας εὐλόγους πῶς τοῦτο συμβαίνει, ἀλλ’ ἀποφαίνεσθαι, ὅτι θεός ἐστιν ὁ ταῦτα πέμπων, ἀπιστεῖν ἡμᾶς ποιεῖ. ἄλογον γὰρ τὸ τὸν θεόν, ὃς ἑαυτὸν μόνον ὁρᾷ (αὐτὸς γάρ ἐστι τὸ ἀεὶ νοοῦν καὶ ἀεὶ νοούμενον), εἰς τοιαῦτα κατάγειν καὶ κατασπᾶν. ὅτι δὲ τοῦ θεοῦ ἀφαιρεθέντος οὐδὲν ἄλλο φαίνεται εὔλογον, οὐκ ἄδηλον. τὸ γὰρ προορᾶν ἡμᾶς τινα πράγματα, ἃ μέλλει συμβαίνειν ἐν ταῖς Ἡρακλείαις στήλαις ἢ ἐν Βορυσθένει, ὑπὲρ ἡμᾶς ἐστι τὸ λέγειν τὸ αἴτιον τούτου. ὅτι δὲ ἡ ὑποδρομὴ τοῦ ἀστέρος σημεῖόν ἐστιν ἐκλείψεως, δῆλον. οὕτω γὰρ καὶ λέγομεν· σημεῖον δὲ ὅτι ἐκλείπει· καὶ γὰρ ὁ ἀστὴρ ὑπεισῆλθεν. Ἄρ᾿ οὖν ἐστι τῶν ἐνυπνίων τὰ μὲν αἴτια καὶ σημεῖα, οἷον τῶν περὶ σῶμα συμβαινόντων; Τὸ τῆς λέξεως κατάλληλον τοιοῦτόν ἐστι· τῶν ἐνυπνίων τὰ μέν ἐστιν αἴτια, τὰ δὲ σημεῖα· αἴτια μὲν ὅσα φανέντα τὴν διάνοιαν ἐπὶ τὰς ἐνεργείας ἐφίστησιν, ὑπομνήσαντά τινος τῶν πρώτων (τί δὲ τοῦτό ἐστι, μετὰ γνωσόμεθα), σημεῖα δέ δι’ ὧν παρίσταται σωματικὰ πάθη ἢ ψυχικά. εἰπὼν δὲ τὰ προσεχῶς ῥηθέντα ἐπήγαγεν· εὔλογον δὲ οὕτως ὑπολαβεῖν καὶ τοῖς τεχνίταις μέν, σκοπουμένοις δέ τι καὶ φιλοσοφοῦσιν. ἔστι δὲ τὸ λεγόμενον· οὐ μόνον τοῖς ἰατροῖς προσήκει σφόδρα προσέχειν τοῖς ἐνυπνίοις, ἀλλὰ καὶ ἡμῖν τοῖς τεχνίταις καὶ φιλοσοφοῦσι περί τινος. ἀλλὰ πῶς ἐν τῇ νυκτὶ γίνονται κινήσεις τινές, οἷον φλέγματος κατάρρυσις καὶ ἄλλα τινά, ἃ λέγομεν εἶναι σημεῖα τῶν μελλόντων συμβαίνειν ἡμῖν, ἐν δὲ τῇ ἡμέρᾳ οὐ γίνονται; ἤ φησιν, ὅτι γίνονται καὶ ἐν τῇ ἡμέρᾳ. |αἱ γὰρ μεθ’ ἡμέραν, τουτέστιν αἱ ἐν τῇ ἡμέρα, γινόμεναι κινήσεις, ἂν μὴ σφόδρα μεγάλαι ὧσι καὶ ἰσχυραί, λανθάνουσι. γίνονται οὖν, φησί, καὶ ἐν τῇ ἡμέρᾳ τοιοῦται κινήσεις, ἀλλὰ διὰ τὸ μὴ εἶναι μεγάλας λανθάνουσιν ἡμάς· ἐκκρούονται γάρ, ὡς εἴρηται, ὑπὸ τῶν μεθ’ ἡμέραν κινήσεων μεγάλων οὐσῶν τῶν γινομένων ἐν τοῖς αἰσθητηρίοις ὑπὸ τῶν αἰσθητῶν. ἄν γὰρ μὴ ὦσι, φησί, σφόδρα μεγάλαι καὶ ἰσχυραί, ἀλλὰ μικραί, λανθάνουσι. μεγάλων μὲν γὰρ οὐσῶν οὐ γίνεται λήθη, μικρῶν δὲ γίνεται· τῶν γὰρ αἰσθητῶν αἱ κινήσεις μεγάλαι οὖσαι ἐμποδίζουσιν αὐτὰς καὶ οὐκ ἐῶσιν αἴσθησιν ἐμποιεῖν. ἐν δὲ τῷ καθεύδειν διὰ τὸ ἀργεῖν τὰ αἰσθητήρια καὶ αἱ μικραὶ μεγάλαι δοκοῦσιν. ὅτι δὲ καὶ αἱ μικραὶ μεγάλαι δοκοῦσι, πιστοῦται ἐκ τῆς ἐπαγωγῆς· μικροῦ γὰρ ἤχου ἐν τῳ καθεύδειν γεγονότος ἐν τοῖς ὠσὶ δοκοῦμεν βροντᾶσθαι. τοῦτο δὲ οὐκ ἂν ἡμῖν ἐδόκει, εἰ μὴ αἱ μικραὶ κινήσεις μεγάλαι ἐδόκουν ἐν τοῖς ὕπνοις. δοκοῦσι δὲ μεγάλαι διὰ τὸ τὰ αἰσθητήρια τότε ἀργεῖν. ᾿Επεγειρομένοις δὲ ταῦτα φανερὰ τοῦτον ἔχοντα τὸν τρόπον. Τουτέστιν ἐγερθεῖσι δὲ φανερὸν γίνεται, ὅτι ταῦτα πάντα μιικαρά ἐστιν. ἐγερθέντες γὰρ ἔτι ἔχομεν αἴσθησιν καὶ τοῦ ἐν τοῖς ὠσὶ μικροῦ ἤχου, ὅτι μικρός ἐστι, καίπερ μεγάλου ἐν τοῖς ὕπνοις δοκοῦντος, καὶ τῶν ἄλλων πάντων· ἃ σαφῶς καταλέγει. πιστωσάμενος δέ, ὅτι ἐν τοῖς ὕπνοις αἱ μικραὶ κινήσεις διάδηλοι γίνονται, λέγει ὅτι ταῦτά ἐστι καὶ σημεῖα τῶν μελλόντων ἡμῖν συμβαίνειν. τὸ γὰρ δοκεῖν ἐν τοῖς ὕπνοις μέλιτος ἀπογεύεσθαι γεύεσθαι σημεῖόν ἐστι τοῦ μέλλειν ἡμᾶς νοσῆσαι· ἀρχὴ γὰρ τῆς νόσου τὸ φλέγμα. καὶ ἐπεὶ πάντων αἱ ἀρχαὶ μικραί, ὡς εἴρηται πολλάκις, τῷ μεγέθει, τῇ δὲ ποιότητι καὶ τῇ δυνάμει μεγάλαι. καὶ αἱ τῶν νόσων ἀρχαὶ μικραὶ ἂν εἶεν. ἀλλὰ μὴν τὰ μικρὰ δέδεικται ὅτι ἐν τῷ καθεύδειν γίνονται δῆλα· καὶ αἱ τῶν νόσων ἄρα ἀρχαὶ ἐν τῷ καθεύδειν ἔσονται δῆλαι. εἰ δὲ τοῦτο, φανερόν, ὅτι ἔνια τῶν ἐν τοῖς ὕπνοις σημεῖά ἐστι τῶν μελλόντων ἡμῖν περὶ τὸ σῶμα συμβαίνειν παθῶν. ἐγὼ γὰρ ἰδὼν ἐν ὕπνῳ ὤν, ὅτι διηρχόμην ἔν τινι τόπῳ βορβορώδει καὶ δυσώδει, μετ’ ὀλίγας ἡμέρας νενόσηκα· οἱ γὰρ παχεῖς καὶ γλίσχροι καὶ σεσημμένοι χυμοί, οἵπερ αἴτιοι γεγόνασι τοῦ νοσῆσαί με, ἐν τῷ καθεύδειν γεγόνασί μοι διάδηλοι. ἦν οὖν σημεῖον ἡ ἐμὴ πρὸς τὸν βορβορώδη τόπον παρέλευσις τοῦ νοσῆσαί με. δι’ ὃ προσέχειν χρὴ τοῖς τοιούτοις. Ὤστ᾿ ἐπεὶ μικραὶ πάντων αἱ ἀρχαί. ᾿Επεὶ οὖν, φησί, μικραὶ πάντων αἱ ἀρχαί, δηλονότι καὶ τῶν νόσων καὶ τῶν ἄλλων παθημάτων τῶν ἐν τῷ σώματι μελλόντων γίνεσθαι μικραὶ ἔσονται· τοῦτο γὰρ λείπει. εἰ δὲ τοῦτο, φανερόν, ὅτι ἐν τοῖς ὕπνοις ἔσονται καταφανεῖς. ὡς γὰρ εἴρηται, τὰ μικρὰ ἡμῖν τότε δῆλα γίνεται. ὥστε οὐδὲν θαυμαστόν, εἰ αἱ μικραὶ κινήσεις ἐν τοῖς ὕπνοις τῶν ἐσομένων αἴτιαι ημιν γινοντι. ᾿Αλλὰ μὴν καὶ ἔνια γε τῶν καθ’ ὕπνον φαντασμάτων αἴτια εἶναι τῶν ἑκάστου πράξεων, οὐκ ἄλογον. Εἰπὼν τίνα εἰσὶ τῶν ἐνυπνίων σημεῖα, λέγει καὶ τίνα αἴτια, καί φησιν· ὥσπερ μέλλοντες πρᾶξαί τι ἢ καὶ πράσσοντες ἐν τοῖς ὕπνοις εὐθυονείρως τούτοις σύνεσμεν (οὕτως γὰρ εὐθυνειροῦμεν, ὡς μὴ ἄλλο τι, ἀλλ’ ἐκεῖνο αὐτὸ ἀπαραλλάκτως θεᾶσθαι, ὅπερ ἐπράττομεν), αἴτιον δὲ τοῦ ὁρᾶν ἐν τοῖς ὕπνοις τὰ πραττόμενα ἡμῖν ἐγρηγορόσιν τὸ προοδοποιεῖσθαι τὴν διάνοιαν ἡμῶν ἀπὸ τῶν πράξεων (ὡς γὰρ τὰ πεπονθότα σώματα ἐπιτηδείως περιπίπτει ταῖς νόσοις, οὕτω καὶ ἡ προοδοποιηθεῖσα καὶ προκινηθεῖσα διάνοια ὑπὸ τῶν ἐγγινομένων ἐν τῇ καρδίᾳ κινήσεων εὐθυονείρως αὐτοῖς σύνεστιν), ὡς οὖν ἐπὶ τούτων, οὕτω πολλάκις ἀναγκαῖον καὶ τὰς καθ’ ὕπνον κινήσεις ἀρχὴν εἶναι τῶν καθ’ ἡ μέραν πράξεων. ὅσα γὰρ φανέντα ἐν τοῖς ὕπνοις τὴν διάνοιαν ἐπὶ τὰς ἐνεργείας ἐφίστησιν, ὑπομνήσαντά τινος τῶν πρώτων, ταῦτα αἴτια λέγομεν. ὡς γὰρ ἐγρηγορότες πολλάκις διανοούμεθά τι, ὅπερ αἴτιον ἡμῖν γίνεται τοῦ ποιῆσαι ἢ πρᾶξαι ἢ εὑρεῖν ἄλλο τι (διανοηθεὶς γάρ τις ἐξαίφνης τι καὶ ἐκ τούτου εὑρηκὼς ἄλλο τι λέγει τοῦ εὑρεθέντος αἴτιον εἶναι τὸ διανοηθέν), οὕτω καὶ ἐν τοῖς ὕπνοις ἠρεμοῦσα ἡ διάνοια ἐκ τῶν ἐν τῇ καρδίᾳ τύπων διανοεῖται ἄλλο τι, ὑφ’ οὗ συμβαίνει πρᾶξαι ἄλλο τι, καί φαμεν, ὅτι τοῦ πραχθέντος αἴτιον τὸ φανέν. ὅτι δὲ ἀπὸ ἄλλων τινῶν συμβαίνει ἡμᾶς ἄλλα διανοεῖσθαι, δῆλον. ἰδὼν γὰρ πολλάκις λύραν διενοήθην Σωκράτην, καὶ ἐκ Σωκράτους τρίγωνον. καὶ οὐ δὴ τὸ ἄλλου αἴτιον ἄλλου φαμέν. ἐπεὶ καὶ ὁ κόπος, αἴτιος ὢν τοῦ πυρετοῦ, ἄλλος ἐστὶ παρὰ τὸν πυρετόν. καὶ ἐγὼ δὲ πολλάκις ἐν ὕπνῳ ῥόδα λευκὰ ἰδὼν μεθ’ ἡμέραν ἔλαβον παρά τινων δῶρα. ἃ δὴ ῥόδα αἴτια καὶ ἀρχὴν τῶν δώρων λέγομεν. ἔστιν οὖν, ὥσπερ ἡ ἐν τῇ ἡμέρᾳ πρᾶξις αἰτία τῶν ἐν νυκτὶ γινομένων |ἡμῖν ἐνυπνίων ἡ φαντασμάτων, οὕτως οὐδὲν κωλύει καί τινα φαντάσματα αἴτια εἶναι τῶν μεθ’ ἡμέραν πράξεων. ταῦτα δὲ ἁρμόζει ἐπὶ τῶν πράξεων λέγεσθαι τῶν ὑφ’ ἡμῶν πραχθησομένων οὐ διὰ μακροῦ, ἀλλὰ συντόμως. τὰ μὲν οὖν ὡς αἴτια καὶ σημεῖα ταῦτα. Τὰ δὲ πολλὰ συμπτώμασιν ἔοικε. Λέγει δὲ ὑπερβατὰ τὰ ὑπὸ ἄλλων πρα· χθησόμενα καὶ ἁπλῶς, ὧν μὴ ἔστιν ἐν ἡμῖν ἡ ἀρχή. ποῦ γὰρ ἐν ἐμοὶ ἀρχὴ τῆς μελλούσης ἐν Περσίδι γίνεσθαι ναυμαχίας ἢ πολέμου; ἀλλ’ ὅμως συμβαίνει ἢ καθαρώτατα ἰδεῖν με, ὅτι γίνεται ἐν Περσίδι πόλεμος, καὶ ἀποβῆναι τοῦτο καὶ γενέσθαι, ἢ καὶ αἰνιγματωδῶς· λέγω δὲ αἰνιγματωδῶς, ὅταν ἀπ’ ἄλλου ἄλλο ἀποβῇ, οἷόν τί φημι· ἐθεάσατο ὁ ἐμὸς ἑταῖρος ἐν ὕπνῳ, ὡς ἀπέστειλεν αὐτῷ γυνή τις μηλοπέπονας λεπτοὺς καὶ ἐπιμήκεις, ἔχοντας οὐρὰς σκορπίων· μετὰ δὲ ὀλίγας τινὰς ἡμέρας ἐλυπήθη ὑπ’ ἐκείνης τῆς γυναικός. εἰσὶν οὗν ἄλλο μὲν οἱ μηλοπέπονες, ἄλλο δὲ τὸ ἀποβάν, ἡ λύπη. σαφηνίζει δὲ αὐτός, πῶς ἐοίκασι συμπτώμασι, καί φησιν· ὥσπερ γὰρ πολλάκις συμβαίνει, μεμνημένον ἐμὲ Σωκράτους, ἐλθεῖν Σωκράτην, οὕτω καὶ ἰδόντα ἐν ὕπνῳ ναυμαχίαν, Χίαν, συμβαίνει γίνεσθαι ναυμαχίαν. καὶ ὥσπερ οὐκ ἔστι τῆς τοῦ Σωκράτους ἀφίξεως αἴτιον τὸ μεμνῆσθαι ἐκείνου, ἀλλὰ συμβαίνει, μεμνημένον με ἐκείνου, παραγεγονέναι, οὕτως οὐδὲ τὸ ἐνύπνιον αἴτιόν ἐστι τῆς ναυμαχίας, ἀλλὰ σύμπτωμα. καὶ διὰ τὸ εἶναι συμπτώματα τὰ πολλὰ τῶν ἐνυπνίων οὐκ ἀποβαίνει. ΄Οτι δὲ πολλὰ τῶν ζῴων ὀνειρώττει, δῆλον· κύνες γὰρ κοιμώμενοι μινυρίζουσιν. εἰσὶν οὖν τὰ ὄναρ θεάματα θεόπεμπτα μὲν οὐδαμῶς, ὥσπερ εἴρηται, δαιμόνια μέντοι· ἡ γὰρ φύσις ἡμῶν δαιμονία οὐσα προορᾷ τὰ μέλλοντα, ὥσπερ εἴρηται. λέγει δέ, ὅτι ὅσων ἀνθρώπων ἡ φύσις ἐστὶν ὡσπερεὶ λάλος καὶ μελαγχολική, οὗτοι παντοδαπὰς ὄψεις ὁρῶσιν. ὡς γὰρ οἱ λάλοι πολλὰ λέγουσιν, οὕτω καὶ οἱ μελαγχολικοὶ διὰ τὴν πολλὴν κίνησιν παντοδαπὰ βλέπουσιν (ἡ γὰρ μελαγχολία, ὡς πολλάκις εἴρηται, πνεύματός ἐστι πολλοῦ καὶ σφοδροῦ κίνησις) καὶ διὰ τὸ πολλὰ κινεῖσθαι μᾶλλον ἐπιτυγχάνουσιν. ὡς γὰρ οἱ ἐρίζοντες οὐχ ἓν ἁρπάζουσι, εἴτε στέφανος εἴθ’ ὅτι ἄν εἴη τὸ ῥιπτούμενον, ἀλλὰ πολλά (καὶ γὰρ τὰ ῥιπτούμενα πολλά), οὕτω καὶ οἱ μελαγχολικοὶ διὰ τὸ πολλὰς κινεῖσθαι κινήσεις (ἑν κινήσει γὰρ ἀεὶ τὸ ἐν τῇ καρδίᾳ αὐτῶν πνεῦμα καὶ αἷμα) πολλῶν ἐπιτυγχάνουσι. καὶ ὥσπερ, φησί, καὶ λέγεται· ἄν πολλὰ βάλλῃς, ἄλλοτε ἀλλοῖον βαλεῖς, οὕτω καὶ ἐπὶ τούτων. ἢν γάρ τις ἕνα ὀιστὸν βάλλῃ, ἢ οὐδ’ ὅλως ἂν ἐπιτύχῃ ἢ ἅπαξ· ὁ δὲ πολλούς, ἄλλοτε ἄλλο μέρος ἀνάγκη τῆς θύρας μεταβάλλειν. ὡς οὖν ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τῶν πολλὰς ὄψεις ὁρώντων· τῶν· ἀνάγκη γὰρ καὶ τούτους πολλῶν ἐπιτυγχάνειν. Ἡ μὲν οὖν διάνοια αὕτη, ἡ δὲ λέξις ἡ ὁμοίοις θεωρήμασιν ἐπιτυχεῖς ὄντες τούτοις ἢ παρέλκει ἢ εἴη ἂν λέγουσα· τὰ ἐπὶ τοῖς ὕπνοις ἐπιτυγχανόμενα θεωρήματα ὅμοιά εἰσι τοῖς ἁρπαζομένοις ὑπὸ τῶν ἐριζόντων. οὐκ ἀποβαίνουσι δέ, φησί, πάντα τὰ ὀνείρατα, διότι οὐδὲ πάντων τῶν σημείων τῶν μελλόντων γίνεσθαι ἐν τοῖς ἡμῶν σώμασιν ὁρῶμεν ἀπόβασιν. εἶδε γάρ τις, ὅτι βαδίζει εἰς νοσώδη τόπον, καὶ ἦν τοῦτο σημεῖον τοῦ μέλλειν αὐτὸν νοσῆσαι· οὐ νενόσηκε δὲ διὰ τὸ γεγονέναι ἄλλην ταύτης κυριωτέραν κίνησιν. διεγερθεῖσα γὰρ ἡ φύσις καὶ συμπέψασα τοὺς χυμούς, ἀφ’ ὧν ἔμελλε νοσῆσαι, οὐ νενόσηκεν. ἀλλὰ μὴν οὐδὲ τὰ τῶν ὑδάτων σημεῖα πάντα ἀποβαίνει. ἔστι μὲν γὰρ σημεῖον βροχῆς ἡ ὑπὸ σελήνην συνισταμένη ἅλως, ἀλλ’ ὅμως πολλάκις γεγονυῖα, οὐ βρέχει διὰ τὴν ἐξαίφνης τῆς ξηρᾶς ἀναθυμιάσεως ἐπικράτειαν· πνεύματος δὲ σημεῖόν ἐστι τὸ μὴ ὁλόκυκλον φανῆναι τὴν σελήνην, ἀλλ’ ἡμίσειαν, |ὡς ἐν τἀς Μετεώροις δέδεικται. ἄν οὖν ἄλλη, φησί, γένηται κίνησις κυριωτέρα τῆς κινήσεως, ἀφ’ ἧς συνέστη ἡ ἅλως, ἥτις ἅλως σημεῖον ἦν βροχῆς, οὐ γίνεται βροχή. τὸ δὲ μελλούσης παρέλκει. ὅτι δὲ πολλὰ καλῶς βουλευθέντα οὐκ ἀποβαίνει ἢ διὰ θάνατον τῶν βουλευσαμένων ἢ δι’ ἄλλας τινὰς αἰτίας, οὐδεὶς ἀγνοεῖ. τὸ δὲ ὅλως γὰρ οὐ πᾶν γίνεται τὸ μελλῆσαν ἴσον ἐστὶ τῶ ῾οὐ πᾶν γίνεται τὸ μέλλον γενέσθαι᾿. ἐσόμενον δ’ ἐστὶ τὸ μέλλον ἐξ ἀνάγκης γενέσθαι, μέλλον δὲ τὸ ἐνδεχόμενον καὶ γενέσθαι καὶ μὴ γενέσθαι, ὡς ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς εἴρηται. Περὶ δὲ τῶν μὴ τοιαύτας ἐχόντων ἀρχὰς ἐνυπνίων, ἀλλ’ ὑπερορίας ἢ τοῖς χρόνοις. ῾Υπερόρια τοῖς χρόνοις λέγεται, ἅπερ ἀποβαίνει μετὰ πολὺν χρόνον. τὸ δὲ ἢ τοῖς τόποις ἢ τοῖς μεγέθεσιν ἐκ παραλλήλου κεῖται, ἔστι δὲ τὸ λεγόμενον δυνάμει τοιοῦτον· περὶ δὲ τῶν ἐνυπνίων τῶν μὴ ἐχόντων ἀρχάς, ὧν ἡμεῖς μέλλομεν πράττειν (τοῦτο δὲ ταὐτόν ἐστι τῷ ‘περὶ δὲ τῶν ἐνυπνίων τῶν μὴ ὄντων αἰτίων, ὧν ἡμεῖς μέλλομεν πράττειν χ τὸ γὰρ ἐνύπνιον τὸ ἐμοὶ μὲν ὀφθέν, αἴτιον δὲ ὂν τοῦ μέλλοντος ἐν Περσίδι πραχθήσεσθαι πολέμου οὐκ ἔχει ἀρχὴν οὐδ’ ἐστὶν αἴτιον τοῦ μέλλοντος ὑπ’ ἐμοῦ πραχθῆναι· οὐ γὰρ ὑπ’ ἐμοῦ ὁ τοιοῦτος πόλεμος πραχθήσεται), περ μὲν δὴ τούτων οὐ χρὴ λέγειν. δῆλον γάρ, ὅτι ταῦτα πάντα τὰ ἐνύπνια οὔκ εἰσι κυρίως αἴτια, καίπερ αἴτια λεχθέντα καταχρηστικῶς τῷ αἰτίῳ ἐπὶ τούτων χρησαμένων ἡμῶν, ἀλλὰ συμπτώματα. Μὴ μέντοι γε ἐν αὐτοῖς ἐχόντων τὰς ἀρχὰς τῶν ἰδόντων τὸ ἐνύπνιον. Τὸ λεγόμενόν ἐστι· περὶ δὲ τῶν ἐνυπνίων τῶν ἐχόντων ἀρχήν τινα τῶν μελλόντων ὑπ’ ἄλλου πραχθῆναι, ἀλλ’ οὐχ ὑφ’ ἡμῶν, ὄντος δὲ τοῦ μέλλοντος πρᾶξαι γείτονος καὶ ὅλως μὴ πόρρω κατὰ πολὺ ἡμῶν ὄντος, ἀλλ’ ἐγγύς (περὶ γὰρ τῶν ὑπὸ τῶν πόρρω ὄντων πραχθήσεσθαι μελλόντων εἴπομεν ὡς οὐ χρὴ λέγειν), περὶ μὲν δὴ τῶν ἐνυπνίων τῶν ἐχόντων ἀρχάς, ὧν μέλλει ὁ γείτων πράττειν (τῶν γὰρ ὑπὸ τοῦ γείτονος πραχθῆναι μελλόντων οὐκ ἐπ’ ἐμοὶ ἡ ἀρχὴ τῆς τούτων πράξεως, ἀλλ’ ἐπὶ τῷ μέλλοντι ταῦτα πρᾶξαι, εἰ μὴ λέγοι τις, ὅτι καὶ ταῦτα συμπτώματά ἐστιν, ὥσπερ καὶ τὰ ἔχοντα ἀρχὴν τῶν μελλόντων ἐν Πέρσιδι πραχθῆναι), τοιαῦτα ἄν εἴη μᾶλλον ἢ ὥσπερ λέγει Δημόκριτος. ἐκεῖνος γὰρ ἔλεγεν εἴδωλά τινα ἐμπελάζειν τοῖς ἀνθρώποις, καὶ τούτων τὰ μὲν εἶναι ἀγαθοποιά, τὰ δὲ κακοποιά (ὅθεν καὶ εὔχεται εὐλόγχων τυχεῖν εἰδώλων)· εἶναι δὲ ταῦτα ὑπερμεγέθη καὶ δύσφθαρτα μέν, οὐκ ἄφθαρτα δέ, προσημαίνειν τε τὰ μέλλοντα τοῖς ἀνθρώποις, θεωρούμενα καὶ φωνὰς ἀφιέντα· ὧν φωνῶν καὶ ἐν τοῖς ὕπνοις αἰσθανόμεθά πὼς. λέγει δὲ οὗτος, ὅτι οὐκ εἴδωλα χρὴ αἰτιᾶσθαι (τοῦτο γὰρ πολλάκις δέδεικται ψεῦδος), ἀλλὰ κινήσεις τινάς· ὑφ’ ὧν κινήσεων σχηματιζομένου τοῦ ἀέρος καὶ διὰ τῶν ὤτων ἢ τῶν μυκτήρων ἐν τοῖς ὕπνοις προσπιπτουσῶν τῇ καρδίᾳ ἀνάγκη προορᾶν τὸ μέλλον γενέσθαι. πῶς δὲ κινεῖται καὶ σχηματίζεται, εἴρηται τῷ Ἀλεξάνδρῳ ἐν τῷ Περὶ δαιμόνων λόγῳ. ἔχουσι γὰρ καὶ οἱ λόγοι καὶ αἱ πράξεις ἀρχήν τινα τῶν μελλόντων γίνεσθαι. ὅτι δὲ αἱ μικραὶ κινήσεις ἐν τοῖς ὕπνοις μεγάλαι φαίνοντι, εἴρηται πρότερον. σαφῶς δὲ πάντα καταλέγει. διὰ οὖν τὸ φέρεσθαι τὰς κινήσεις ὡς ἔτυχε καὶ ἐμπίπτειν οἷς ἄν τύχῃ συμβαίνει προορᾶν τὰ μέλλοντα καὶ τοὺς φαύλους. εἰ δὲ θεὸς ἦν ὁ πέμπων, ἐν τῇ ἡμέρᾳ ἔδει βλέπειν αὐτά· τότε γὰρ καὶ γρηγοροῦμεν. δὲ εἰκὸς τοὺς τυχόντας προορᾶν· ἡ γὰρ διάνοια τῶν τοιούτων οὐ φροντιστική. Καὶ ἄλλην αἰτίαν ἐπάγει τοῦ τίνος ἕνεκα οἱ τυχόντες τὰ μέλλοντα προορῶσιν, ἀλλ’ οὐχ οἱ σοφοί, καί φησιν, ὅτι ἡ διάνοια τῶν τοιούτων κενὴ οὖσα τῶν ἐκ φιλοσοφίας καλλίστων θεωρημάτων καὶ ἔρημος ἄλλων φροντίδων ῥᾳδίως ὑπὸ τῶν προσπιπτόντων ἄγεται, ἡ δὲ τῶν φρονίμων διάνοια περὶ πολλὰ καταγινομένη καὶ ὑπὸ τούτων κινουμένη οὐχ ὁρᾷ τὰ προσπίπτοντα. τοντα. ὥσπερ γὰρ καὶ ἐγρηγορότες, ἂν σφόδρα διανοώμεθά τι, οὐχ ὁρῶμεν τὸν παριόντα (ἐκκρούει γὰρ ἡ μείζων |κίνησις τὴν ἐλάττονα), οὕτω ν καὶ ἐν τοῖς ὕπνοις κινουμένη ἡ διάνοια ὑπὸ τῶν ἐνόντων κινημάτων ἡ τύπων οὐχ ὁρᾷ τὰ προσπίπτοντα. [εὖ σοι, δαιμόνιε, τῆς ἀγχινοίας. ὡς πολλῶν καὶ καλλίστων ἡμῖν αἴτιος καὶ τῆς ἀληθείας μυσταγωγὸς καθ’ ἑκάστην γίνῃ]. Καὶ τοῦ ἐνίους τῶν ἐκστατικῶν προορᾶν αἴτιον, ὅτι αἱ οἰκεῖαι κινήσεις οὐκ ἐνοχλοῦσι. Τὸ αἱ οἰκεῖαι κινήσεις οὐκ ἐνοχλοῦσιν ἴσον ἐστὶ τῷ μὴ ἔχειν οἰκείας κινήσεις. οἱ γὰρ ἐκστατικοί (λέγει δὲ ἐκστατικοὺς οὐ τοὺς τέλεον μαινομένους, ἀλλὰ τοὺς ὄντας μεταξύ, φέρε γὰρ οὕτως εἰπεῖν, τῶν τε φρονίμων καὶ τῶν τέλεον μαινομένων), οἱ δὴ ἐκστατικοὶ καὶ μηδὲν ὅλως φροντίζοντες ἤ τι ἀναλογιζόμενοι, ἀλλά, κἄν ἐπίῃ αὐτοῖς ἀναλογίσασθαι, ἀπορρίπτοντες καὶ οὐδὲν ὅλως προσιέμενοι πῶς ἄν ἔχοιεν κινήσεις τινάς; καὶ οἱ μὲν σοφοὶ οὐ προορῶσι διὰ τὸ ἐνοχλεῖσθαι καὶ οἱονεὶ θυροκοπεῖσθαι τὴν διάνοιαν αὐτῶν ὑπὸ τῶν ἐνόντων αὐτοῖς εἰδώλων καὶ τύπων, οἱ δ ἐκστατικοὶ κενὴν ἔχοντες τὴν διάνοιαν καὶ διὰ τοῦτο ἀνενόχλητον εἰκότως αἰσθάνονται τῶν προσπιπτόντων ἔξωθεν. τίνα δὲ τὰ προσπίπτοντα καὶ πῶς, εἴρηται τῷ Ἀφροδισιεῖ ἐν τῷ Περὶ δαιμόνων· ταῦτα γὰρ εἶπε ξενικὰς κινήσεις. μήποτε δὲ ξενικὰς κινήσεις λέγει τὰ μέλλοντα οὐχ ὑφ’ ἡμῶν, ἀλλ’ ὑπ’ ἄλλων πραχθήσεσθαι. ματων- δέ τινας εὐθυονείρους εἶναι καὶ τοὺς γνωρίμους περὶ τῶν γνωρίμων μάλιστα προορᾶν. ἐπειδὴ μάλιστα τοὺς γνωρίμους ἐν τοῖς ὕπνοις ὁρῶμεν (καὶ γὰρ κἂν ἄλλο τι ἡμῖν φαίνηται, οὗπερ οὐ φροντίζομεν· ὥσπερ ἐμοὶ ἰδόντι τὸν ἐμὸν ἑταῖρον, οὐχὶ τὸν κλεινόν μοι τουτονί, ὅστις ἔτι μοι ζῶν συμπονεῖ περὶ τοὺς λόγους, ἀλλ’ ἄλλον ὀλίγους ἐν φιλοσοφίᾳ πόνους καταβεβληκότα διὰ τὴν τοῦ θανάτου σύντομον προσέλευσιν, ἐγὼ γοῦν ἐκεῖνον πάλαι θανόντα εἶδον καθ’ ὕπνον διαλεγόμενόν μοι, περὶ ὧν ἐγὼ κατ’ ἐκεῖνον ὅλον τὸν μῆνα καὶ ἔτι τὸν πρὸ ἐκείνου οὐκ ἐφρόντισα, πρότερον πολλὰ φροντίσας· ἦσαν γὰρ περὶ ψυχῆς αἱ ἐμαί τε πρὸς ἐκεῖνον ἐρωτήσεις κἀκείνου πρός με αἱ ἀποκρίσεις), ἐπειδὴ οὖν μάλιστα τοὺς γνωρίμους ὁρῶμεν διαλεγομένους μένους ἡμῖν καὶ περὶ ὧν φροντίζομεν καὶ περὶ ὧν οὐ φροντίζομεν, ὀλιγάκις δὲ ἀγνώστους τινὰς καὶ ἀσυνήθεις, τὴν αἰτίαν τούτου διὰ τούτων ἐπάγων φησί· συμβαίνει δὲ τοῦτο διὰ τὸ μάλιστα τοὺς γνωρίμους ὑπὲρ ἀλλήλων φροντίζειν. ἔστι δὲ τὸ δέ τινας εὐθυονείρους εἶναι καὶ τοὺς γνωρίμους περὶ τῶν γνωρίμων μάλιστα προορᾶν ἴσον τῷ ῾τὸ δέ τινας· μάλιστα εὐθυονειρεῖν περὶ τῶν γνωρίμων’· εὐθυοοειροῦμεν γὰρ καὶ περὶ ἄλλων τινῶν ἀγνώστων καὶ ἀσυνήθων, ἀλλὰ μάλιστα περὶ τῶν γνωρίμων. ὅτι δὲ καὶ πόρρω ὄντων τῶν φίλων τάχιστα γνωρίζομεν καὶ μᾶλλον αὐτούς, δῆλον ἐκ τῆς πείρας. Oi δὲ μελαγχολικοὶ διὰ τὸ σφοδρὸν ὥσπερ βάλλοντες πόρρωθεν εὔστοχοί εἰσι. Tὸ ὥσπερ βάλλοντες πόρρωθεν ἴσον ἐστὶ τῷ ᾿ὤσπερ πόρρωθεν ὁρῶντες᾿. ὡς γὰρ τὰ ὀξυωπὰ τῶν ὀρνίθων πόρρωθεν ὁρῶσι καὶ οἱ τοξεύοντες πόρρωθεν τρόπον τινὰ ὥσπερ διὰ χειρὸς διὰ τοῦ βέλους κατέχουσι τὸ τοξευθέν, οὕτω καὶ οἱ μελαγχολικοὶ ὥσπερ πόρρωθεν ἁρπάζοντες εὔστοχοί εἰσι· προαρπάζουσι γὰρ τὸ μέλλον διὰ τὴν κίνησιν· εὐμετάβολον γὰρ ὂν τὸ φανταστικὸν τῶν τοιούτων ταχὺ τὸ ἐχόμενον τῆς ἀρχῆς φαντάζεται. εἰσὶ γάρ τινα, ὥσπερ εἴρηται, ἐχόμενα ὄντα τῶν ἐν ἡμῖν ἐνουσῶν ἀρχῶν, αἵτινες ἀρχαὶ ταχέως κινούμεναι ποιοῦσιν ἡμᾶς ταχέως προορᾶν καὶ τὸ ἐχόμενον αὐταῖς. λέγει δὲ ὁμοίως ἔχειν ταῦτα τοῖς Φιλαιγίδου ποιήμασι· καὶ γὰρ ἐν ἐκείνοις τὰ ἐχόμενα ὅμοια ἦν τοῖς ἡγουμένοις. οὐ γὰρ ὥσπερ τὰ Εὐριπίδου ποτὲ μὲν ἀπὸ ῾Εχάβης μεταπίπτει εἰς Ἕλληνας ὁ λόγος, ποτὲ δ’ ἀπ’ ἐκείνων εἰς θεράποντα, οὕτω καὶ ἐν ἐκείνοις, ἀλλ’ εἰ περὶ Ἀφροδίτης ἦν τὸ λεγόμενον, πάντα τὰ ἀπ’ ἀρχῆς ἕως τέλους περὶ ταύτης ἦσαν. ὡς οὖν τὰ τοιαῦτα ποιήματα, οὕτω καὶ οἱ ἐμμανεῖς ἐχόμενα τοῦ ὁμοίου βλέπουσιν (εἴρηται δέ, περὶ ποίων ἐμμανῶν, ὅτι περὶ τῶν μεταξύ)· ἡ γὰρ σφοδρότης οὐκ ἐᾷ αὐτὰ ἐκκρουσθῆναι. ὡς γὰρ τὸ σφοδρῶς φερόμενον κῦμα οὐκ ἐκκρούεται ὑπ’ ἄλλου, ἀλλὰ καὶ μᾶλλον ἐκκρούει τὸ προστυχόν, οὕτω καὶ τῶν ἐμμανῶν ἡ κίνησις σφοδρὰ οὖσα οὐκ ἐκκρούεται ὑπ’ ἄλλης κινήσεως. Τεχνικώτατος δ’ ἐστὶ κριτὴς ἐνυπνίων. |Ὥσπερ γὰρ παντός ἐστι κρίνειν τὰ ἐν ἠρεμοῦντι ὕδατι φαινόμενα εἴδωλα, ὅτι ἵππων ἢ ἀνθρώπων εἰσίν, οὐ παντὸς δὲ τὰ ἐν κινουμένῳ εἴδωλα φαινόμενα ὕδατι, ἀλλὰ τοῦ καλῶς καὶ μετὰ πολλῆς προσοχῆς βλέποντος, οὕτως καὶ τὰς εὐθυονειρίας παντός ἐστι κρίνειν, τεχνικώτατος δέ ἐστι κριτὴς ὁ δυνάμενος τὰς ὁμοιότητας θεωρεῖν. ὡς γὰρ ἐν τῷ κινουμένῳ ὕδατι τὸ φαινόμενον πολλάκις ὡς ἀνθρώπου εἴδωλον οὐκ ἔστιν ἀνθρώπου, ἀλλ’ ἵππου, διὰ δὲ τὴν κίνησιν ὁμοιότητά τινα ἀνθρώπου ἀποτελεῖ, οὕτως καὶ ἐν τοῖς ὕπνοις ἐξ ἄλλου εἰς ἄλλο μεταβάλλει τὸ εἴδωλον. ὁ οὖν δυνάμενος τὰς ὁμοιότητας θεωρεῖν, τουτέστιν ὁ δυνάμενος κρίνειν, ὅτι τὰ φαινόμενα ἐν τοῖς ὕπνοις καὶ ἐξ ἄλλου εἰς ἄλλο μεταβάλλοντα ὁμοίως ἔχει τοῖς ἐν τῶ κινουμένῳ ὕδατι φαινομένοις, οὗτος οὐκ ἀπατηθήσεται, ἀλλὰ κρινεῖ, ὅτι τουτὶ τὸ φανὲν ἀνθρώπου εἴδωλον οὐκ ἦν ἀνθρώπου, ἀλλ’ ἵππου εἰς ἄνθρωπον μεταβαλόντος. ἀλλὰ μὴν ἰδὼν ἵππον, τόδε τί μοι συμβέβηκεν, ὥστε καὶ νῦν τὸ αὐτὸ συμβήσεται, ἀλλ’ οὐ τὸ συμβὰν ἐκ τοῦ ἰδεῖν με ἄνθρωπον ἡ μὲν οὖν διάνοια τῶν λεγομένων πάντων αὕτη, ἐν δὲ τῇ λέξει τῇ λεγούσῃ τὰ διαπεφορημένα καὶ διεστραμμένα τὸ διεστραμμένα ὡς δηλωτικὸν ἐπῆκται τοῦ διαπεφορημένα. [Ἐνταῦθα τέλος ἔσχε καὶ τὸ παρὸν βιβλίον καὶ αἱ εἰς αὐτὸ σχολαί.]