Ancient Greek
534
Michael Psellus, De anima celebres opiniones 534
Unproofread scanNot analysed yet
δυνάμεων ἀσώματοι πολλῷ μᾶλλον ἡ λογικὴ, κρείττων οὖσα πολλῷ. Ὃτι γὰρ καὶ αὐτὴ ἀσώματος, δέδεικται μὲν καὶ διὰ τῶν κοινῶν λόγων. Λέγομεν δὲ καὶ ἵδια ἐπὶ αὐτῆς οὕτως. Οὐδὲν τῶν σωμάτων αὐτὸ ἑαυτὸ γινώσκει, οὐδὲ πρὸς ἑαυτὸ ἐπιστρέφεται. Οὐ γὰρ οἶδεν ἑαυτὴν ἡ χεῖρ, ἢ ἄλλο τι τῶν σωμάτων· ἀλλ´ οὐδὲ αἱ ἄλογοι δυνάμεις, καίτοι ἀσώματοι οῦσαι, ἑαυτὰς ἴσασιν. Οὐ γὰρ οἶδεν ἑαυτὴν ἡ ὅψις ἢ ἡ ἀκοή· ἡ ἀπλῶς αἴσθησις· οὐδὲ ζητεῖ ποίας ἐστὶ φύσεως, ἀλλ´ ὁ λόγος ἐστὶν ὁ περὶ αὐτῶν ζητῶν, ἥ μέν τοι ψυχὴ ἡ λογικὴ, αὐτὴ ἑαυτὴν γινώσκει· αὐτὴ γοῦν ἐστιν ἡ ζητοῦσα, αὐτὴ ἡ ζητουμένη· αὐτὴ ἡ εὐρίσκουσα, αὐτὴ ἡ εὐρισκομένη· ἡ γινώσκουσα καὶ γινωσκομένη· ἀσώματος ἄρα ἐναργῶς ἀποδέδεικται. Ἔτι αἱ ἐν ὑποκειμένῳ τῷ σώματι δυνάμεις, συνακμάζουσί τε τῷ σώματι καὶ συναμαυροῦνται. Τοιαῦται γοῦν αἱ αἰσθήσεις, θυμὸς, ἐπιθυμία. Ἡ δὲ λογικὴ ψυχὴ τὸ ἐναντίον, μαραινομένου τοῦ σώματος αὐτὴ ἀκμάζει· οὐκ ἅρα ἐν ὑποκειμένῳ ἐστὶ τῷ σώματι· Ἕτι οὐδὲν τὸ ἐαυτοῦ σπουδάζει φθεῖραι ὑποκείμενον. πάντα γὰρ τοῦ εἶναι ἐφίεται. Ἡ δὲ λογικὴ ψυχὴ καταφρονεῖ τοῦ σώματος· τοῖς τε δι´ ἀρετὴν πόνοις αὑτὸ δαμάίουσα, καὶ τὸ σύνολον πολλάκις προϊεμένη· οὐκ ἄρα ἐν ὑποκειμένῳ τῷ σώματι τὸ εἶναι ἔχει. Ἐπὶ τούτοις δεῖ δεῖξαι, ὅτι ἡ μὲν λογικὴ ψυχὴ ἐξῃρημένην ἔχει τὴν οὐσίαν παντὸς σώματος· αἱ δὲ λοιπαὶ ἐν σώματι τὸ εἶναι ἔχουσι· καὶ ἐν μὲν τῷ πνεύματι ἡ ἄλογος· ἡ δὲ φυτικὴ ἐν τούτῳ. Ὃτι κανόνα παραδίδωσιν ὁ Ἀριστοτέλης ἐν τῷ περὶ ψυχῆς, τοῖς τε ἄλλοις πᾶσι, καὶ τοῖς θνητὴν νομίζουσιν αὐτῆν συναρέσκοντα. Ἔστι δὲ ὁ κανὼν οὗτος. Δεῖ, φησὶν, ἐκ τῶν ἐνεργειῶν τὰς οὐσίας κρίνειν· ἐπειδὴ καὶ ἐκάστη οὐσία σύστοιχον ἔχει τὴν ἐνέργειαν. Πῶς οὖν, φησίν, οὐσία, μηδεμίαν ἐχουσα ἐνέργειαν χωριστὴν σώματος, ἐξ ἀνάγκης οὐδὲ τὴν οὐσίαν ἔξει χωριστὴν σώματος; Εἰ γὰρ χωριστὴν ἔχουσα τὴν οὐσίαν, μηδεμίαν ἐνέργειαν ἔχοι χωρὶς σώματος· ἐπειδὰν χωρισοῃ σώματος, οὐχ ἔξει περὶ ὃ ἐνεργήσει· ὥστε μάτην ἔσται. Οὐκ ἄρα δυνατὸν τὴν χωριστὴν οὐσίαν μηδεμίαν ἔχειν ἐνέργειαν χωρίς σώματος. Πάλιν ἔτερος κανὼν οὗτος, Πᾶσα οὐσία ἔχουσα ἐνέργειαν χωριστὴν σώματος, ἐξ ἀνάγκης καὶ αὐτὴ χωριστὴ ἔσται σώματος. Εἶ δὲ μὴ εἴη χωριστὴ, σλιλβάσεται τὸ αἰτιατόν τοῦ αἰτίου κρεῖττον εἶναι, καὶ τοῦ κρείττονος τὸ καταδεέστορον κρεῖττον· ὅπερ ἀτοπον. Ἀεὶ γὰρ δεῖ τὸ αἴτιον κρεῖττον εἶναι τοῦ αἰτιατοῦ, καὶ τὸ τῇ φύσει πρότερον· ἀδύνατον ἄρα ἐνέργειαν χωριστὴν σώματος, μὴ ἀπ´ οὐσίας προὲρχεσθαι, καὶ αὐτῆς χωριστῆς. Τῶν τοίνυν εἰρημένων κανόνων, χρησιμεύσει ὑμῖν ὁ μὲν ὕστερος εἰς τὸν περὶ τῆς λογικῆς ψυχῆς λόγον· ὁ δὲ πρότερος εἶς τὸν περὶ τῶν λοιπῶν. Ὁ μὲν οὖν περὶ τῆς λογικῆς ψυχῆς ἐστι τοιοῦτος. Εἰ μηδεμία ἀχώριστος σώματος οὐσία, ἔχει χωριστὴν τὴν ἐνέργειαν, δείξομεν δὲ ἐπὶ