Ancient Greek
538
Michael Psellus, De anima celebres opiniones 538
Unproofread scanNot analysed yet
ἡ τὴν κοινῶς ἐπὶ πάσης γνώσεως λεγομένην. Καὶ ἐνταῦθα καὶ ἐν τοῖς μετὰ τὰ φυσικὰ παρέλαβεν. Ὅτι φησὶν Ἀριστοτέλης ἐν τῇ ἀποδεικτικῇ, κατὰ δόο τρόπους κρίνεσθαι ἐπιστήμην ἐπιστήμης ἀκριβεστέραν. Καθ´ ἕνα μὲν ὅταν ἡ ἐτέρα τῆς ἑτέρας τὰς ἀρχὰς ἀποδεικνύει, οἵον ἡ φυσιολογία ἰατρικῆς ἀκριβεστέρα· ὡσαύτως καὶ ἣ γεωμετρία, μηχανικῆς. Διὰ τὴν τοιαύτην αἰτίαν ἀκριβεστέρα καὶ ἀριθμητικὴ ἁρμονικῆς. Καθ´ ἕτερον δὲ λόγον ἀκριβεστέρα ἐστὶν ἐπιστήμη ἐπιστήμης, ἡ ἄυλον ἔχουσα τὸ ὑποκείμενον, ὡς γεωμετρία, ἀριθμητική τε καὶ θεολοία τῶν ὑποβαλλομένων τὰ ὁλικὰ ὑποκείμενα. Διό φησι καὶ Ἀριστοτέλης ἐν τοῖς μετὰ τὰ φυσικὰ, ὅτι Ἡ τῶν νοητῶν θεωρία καὶ ῥᾴστη ἐστὶ καὶ χαλεπή. Ῥᾴστη μὲν, διότι περὶ ἐστώτων ἐστὶ πραγμάτων καὶ ἀεὶ ὡσαύτως ἐχόντων· φανότατα γὰρ τὰ θεῖα ὡς ἀμετάβλητα καθάπαξ, κατ´ οὐσίαν, κατὰ δύναμιν, κατ´ ἐνέργειαν. Ῥᾴστη μὲν οὖν διὰ τοῦτο· χαλεπὴ δὲ διὰ τὴν ἡμετέραν ἀσθένειαν. Οὐ γὰρ ἐξισχύομεν ἐν σώματι, καὶ ἐμπαθεῖς ὅντες, εἰς τὸ ἐκείνων φως ἀτενίσαι· ὅπερ πάσχουσι καὶ αἱ νυκτερίοες πρὸς τον ἥλιον. Ὡτι Πλάτων ἀθάνατον λέγων, τὴν ψυχὴν, ἀρανάτοις ὁμώνυμον εἶναι ἐπιφέρει· διότι τὸ μὲν κυρίως ἀθάνατον καὶ κατ´ οὐσίαν καὶ κατ´ ἐνέργειάν ἐστιν ἀμετάβλητον· τὴν δὲ ψυχὴν κατ´ οὐσίαν μὲν οἶδεν ἀθάνατον, οὐκέτι δὲ καὶ κατ´ ἑνέργειον. Οὕτως δ´ ἦν εἴποις καὶ τὰ οὐράνια ἀθανάτοις ὁμώνυμα· μεταβάλλει γὰρ καὶ αὐτὰ, εἱ καὶ μὴ κατ´ οὐσίαν, ἀλλὰ κατὰ ἰ τάπον. Ὅτι ἡ περὶ ψυχῆς ἀληθεστάτη γνῶσις, πρὸς πασαν φιλοσοφίαν συμβάλλεται· πρὸς δὲ τὸν ἡθικὴν λέγω καὶ τὴν θεολογικὴν καὶ τὴν φυσικήν. Πρὸς μὲν αὖν τὴν ἡθικὴν ὅτι ἀδύνατον ἠμᾶς τὰ ἑαυτῶν κατασκευάσαι ἤθη τὰς δυνάμεις τῆς ψυχῆς μὴ ἐπισκεψαμένους· πρὸς δὲ θεολογίαν, ὅτι ζητοῦμεν περὶ τοῦ νοῦ τοῦ χωριστοῦ τοῦ ἐν ἡμῖν, ὅτι καὶ αὐτὸς ἀοάνα. τος. Ἐπειδὴ δὲ ὁ νοῦς νοητῶν ἐστι, νοῦς τῶν πρός πί ἐστι. Τῶν δὲ πρός τι ὁ τὸ ἕν εἶδὼς, καὶ τὸ λοιπὸν εἴσεται, δῆλον ὅτι ἡ θεωρία τοῦ ἡμετέρου νοῦ καὶ εἰς θεολογίαν μεγάλα συμβάλλεται. Συμβάλλει δὲ ἡμῖν καὶ πρὸς τὴν φυσικήν, Εἴ γε φυσικῆς μέν ἐστιν ἔργον, πὸ περὶ σωμάτων διαλεχθῆναι, καὶ τῶν εἰδῶν αὐτῶν, καὶ τῶν δυνάμεων· τῶν δὲ ἐν σώμασιν εἰδῶν τὸ κάλὉτι δεῖ, φησὶ, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς ζητῆσαι, ὄπὸ ποῖον γένος κὐτὴν ἀνάξομεν. Καὶ γὰρ οἱ μὲτ αὐπὴν ὁπὸ τὴν οὑσίαν ἀνάγουσιν· οἱ δὲ ὑπὸ τὸ ποσόν· ὧν ἐστι καὶ πενοκράτης. Δριθμὸς γάρ ἐστι, φησὶν, ἡ ψυχὴ κινῆῶν ἑαυτόν. Οἱ δὲ ὁπὸ τὸ ποιὸν, ὧν εἶσι καὶ ἰπτροὺ, ἡμᾶς εἶναι λέγοντες αὐτήν. Τοιοῦτοι δʹ ἅν εἶεν καὶ οἱ ἐντελέχειαν αὐτὴν νομίζοντες τοιαστην. Ἄλλοι