Ancient Greek
456
Michael Psellus, De lapidum virtutibus 456
Unproofread scanNot analysed yet
«χροιάν· ὁ δὲ αλάττῃ προσεοικώς· ὁ δὲ λαμπρὸς τὰς αὐγὰς καὶ ὁμοφυής, καὶ λάμπων πόόῥωθεν· οὗτος οὖν ὁ λίθος ἐντάσεις ἰᾶται, καὶ σπασμοὺς, καὶ ὀφθαλμῶν ὀδύνας, καὶ ἴκτερον. Ὁ γαλακτίτης ἀποῤῥήτῳ βρόει γάλαντι, ὅθεν γὰρ αὐτῷ καὶ τούνομα· κατασπᾷ δὲ γάλα ταῖς γυναιξί· λήθην δὲ ἐργάζεται τῶν κακῶν καὶ μνήμην τῶν κακῶν ἀντίθετος γάρ ἐστι καὶ θηρίων πληγαῖς περίαπτος γογονώς, Τὸ ἡλεικτρον· ἔστι δὲ τὸ μὲν Ἰνδικὸν, τὸ δὲ Λιβυτικόν· οἰκειοῦνται δὲ παρὰ τὸν Ἡριδανὸν ποταμόν· ἔνιοι δὲ καὶ δάκρυον αὐτό φασι δένδρου τινός· κοῦφον γὰρ ἐστι καὶ θυμιᾶται ὡς ὁ λιβανωτὸς καὶ ἡ μαστίχη· ἰᾶται δὲ δυσουρίαν περιαπτόμενος, καὶ πυρετὸν ἀπαλλάττει, καὶ στομάχου ῥεῦμα ἵστησι, καὶ τοῖς ὀφθαλμοῖς δὲ ἐγχριόμενος ὀξυδορκίαν χαρίζεται. Ἡ ἴασπις φύσει κρυσταλλοειδὴς, ὀλίγου ἐπιτεινομένη τὴν χροιὰν, καὶ ἀρίστη μὲν ἡ πορφύρουσα, δευτέρα ἡ φθεγματκωτέρα παράλευκος· ἔστι δέ τις καὶ ἀφοειδής· ἀναστέλλει δὲ ῥεύματα κεφαλῆς, καὶ τοὺς ἐφιάλτας