Ancient Greek
459
Michael Psellus, De lapidum virtutibus 459
Unproofread scanNot analysed yet
Ο σεληνίτης· καλεῖται δὲ οὖτος, ὅτι ὁφθαλμὸν οἶόν τινα συναυξόμενον τοῦτον καὶ συμμειούμενον ταῖς τῆς σελήνης αὐξήσεσι καὶ συμμειώσεσι δείκνυται Ἐ σμάραγδος πρασοειδής ἐστι καὶ ἡρέμα χρυσίζουσα καί τοι καὶ τοῦ γλαυκοῦ παρεμφαίνουσα χρώματος. Γεννᾷ δὲ ταύτην καὶ Αἰθιοπία καὶ Αἴγυπτος, καὶ Περσὶς καί τινα ὅρη τῆς Ἀττικῆς· αὕτη καταπλαττομένη μεθ´ ὕδατος ἐλεφαντικοῖς βοηθεῖ· πινομένη δὲ μεθ´ ὕδατοσζαῖματος ἐπχει δοάς. Τάκινθος. Τοῦτον τίκτει μὲν Ἰνδία· ἔστι δὲ θαλαττόχρωος· ἰᾶται δὲ πνευματώσεις καὶ ῥήγματα, μελαγχολίαν δὲ παύει σὺν ὄξει πουείς.