Ancient Greek
425
Michael Psellus, De operatione daemonum dialogus (Timotheus; now held spurious) 425
Unproofread scanNot analysed yet
αἰδώ, διὰ γλώττης γειν, καί που καὶ ἐπεῖχον ἀν· ἐπεὶ δὲ σύ μου. Τιμόθεε, φθάσας κεκράτηκας, μετρίως φῶ, τὰ αἰσχίω παρεάσας χαίρειν, μὴ καὶ δόξω καθάπερ ἐν σκηνῇ τινι καὶ δράματι τραγῳδεῖν. Ἐσπέρας γὰρ περὶ λύχνων ἀφὰς, ὁπόθ´ ἡμῖν τὸ σωτήοιον ἐὲυμνεῖται πάθος, εἰς ἀποτεταγμένον δωμάτιον ἀγηρχότες τὰς παρ´ αὐτοῖς ἐνασκουμένας κόρας, τούς τε λύχνους ἀποσβεννύντες, ἵνα μὴ τὸ φῶς τοῦ γιγνομένου μύσους ἔχωσι μάρτοοα. ταῖς κόραις ἐνασελγαίνουσιν ὁποίᾳ ἂν ἕκαστος, κἂν ἀδελφῇ καὶ ἰδία θυγατρὶ, ξυντόχη. Οἴονται γὰρ κἀν τούτῳ χαριεῖσθαι τοῖς δαίμοσιν, εἰ παραλύσουσι τοὺς θείους θεσμοὺς, ἐν οἷς τὰ περὶ τῶν ἐξ αἷματος ὁμογνίου γάμων ἀπαγορεύουσι Καὶ τότε μὲν ταυτὶ τελέσαντες ἀπαλλάττονται· τὴν δ´ ἐννεάμηνον περίοδον ἀναμείναντες, ὅτε καιρὸς ἐκτεχθήσεσθαι τὰ ἐξ ἀφεμίτου σπίρματος ἀθέμιτα εἰς γονα, κατὰ ταύτὸν ἀπαντῶσιν αὖθις. Καὶ δὴ, τῇ μετὰ τὸν τόκον τρίτῃ, τὰ δύστηνα τῶν μητέρων ἀποσπῶντες βρέφη, καὶ ἔυρῷ τὰ τούτων σαρκία περιαμύττοντες, τὸ ῥυίσκόμενον αἷμα φιάλαις ὑπολαμβάνουσιν· αὐτὰ δὲ, ἐπὶ πυρὰν βάλλοντες, ἔτ´ ἐμπνέοντα κάουσιν. Εἶτα, τὴν ἀκ τούτων τέφραν τῷ ἐν φιάλαις αἵματι φύροντες, σύνθετόν τι βδέλυγμα συντιθέασιν, ᾗ τά τε σῖτα καὶ τὰ ποτὰ λαθραίως μολύνοντες, καθάπερ οἱ τῷ μελικράτῳ παραιμιννύντες τὸ δηλητήριον, αὐτοί τε τούτων καὶ τῶν ἄλλων οἱ τὸ κρυπτόμενον μὴ φωράσαντες συμμετέχουσι.