Ancient Greek
432
Michael Psellus, De operatione daemonum dialogus (Timotheus; now held spurious) 432
Unproofread scanNot analysed yet
Δὲ ἐπὶ τούτοις τὸ χθόνιον· τίταρτον, τὸ ὑδραῖόν τε καὶ ἐνάλιον· πέμπτον, τὸ ὑποχθόνιονἔσχατον δὲ τὸ μισοφαὲς καὶ δυσαίσθητον· εἶναι δὲ πάντα ταῦτα τῶν δαιμόνων γένη θεομισῆ καὶ ἀνθρώποις πολέμια· πλῆν εἶναι καὶ κακοῦ φασι, κάκιον· τὸ γὰρ ὁδραῖόν τε καὶ ὑποχθόνιον, ἔτι δὲ καὶ τὸ μισοφαὲς, ἐσχάτως ἐπιχαιρέκακα καὶ ὀλέθρια. Ταῦτα γὰρ μὴ φαντασίαις καὶ λογισμοῖς τὰς ψυχὰς ἔφη κακόνειν, ἀλλ´ ἐναλλόμενα, καθάπερ τῶν θηρίων τὰ ἀγριώτατα, τῶν ἀνθρώπων ἐπισπεύδειν τὸν ὅλεθρον· τὸ μὲν ὑδραῖον, ἀποπνίγον τοὺς πλαξομένους ἐν ὕδασι· τὸ δ´ ὑποχθόνιον καὶ τὸ μισοφαὶς, ἐντὸς, εἰ συγχωροῦνται, προχωροῦντα τῶν σπλάγχνων, καὶ, οὕς δἂν τύχῃ κατασνόντα, κατέγχοντα, καὶ ἐπιλήπτους καὶ ὧιφρονας ἐργαζόμενα· τοὺς δ´ ἀερίους τε καὶ χθονίους τέχνῃ καὶ περινοίᾳ μετιέναι καὶ ἐξαπατᾷν τὰς τῶν ἀνθρώπων γνώμας, καὶ πρὸς πάθη καθέλκειν ἄτοπα καὶ παράνομα· Πῶς ὅὲ, εἶπον ἐγὼ, καὶ τί ποιοῦντες ἐνεργοῦσι ταῦτα; πότερον κατάρχοντες ἡμῶν, καὶ οἷ δὴ βούλοιντο, καθάπερ ἀνδράποδα, περιάγοντες· Πῶς κατάρχοντες ἡμῶν, ἢ δ´ ὅε, ὁ Μάρκος, ἀλλὰ´ εἰς ὑπόμνησιν