Ancient Greek
442
Michael Psellus, De operatione daemonum dialogus (Timotheus; now held spurious) 442
Unproofread scanNot analysed yet
κἂν αὐτῷ ποτε δόξῃ, καὶ πρὸς ἀσκοῦ μεταπίπτει σχῆμα· καὶ ὡς κυνάριον ἔσθ´ ὅπη προσηνυζόμενον ἔδοξε. Καὶ πάσας ταύτας τὰς μορφδς ἀμείβων ολδεμίαν τούτων ἔμμονον ἔχει. Οὐ γάρ ἐστι στεῤῥόν τὸ σῶμα τουτὶ τὸ δαιμόνιον, ὥστε στέγειν ἐν ἑαστῷ τὰ ληφθέντα εἴδη· ἀλλ’, ὃ συμβαίνειν φιλεῖ ἐπ´ ἀέρος φίρε καὶ ὕδατος, κἄν χρῶμα ἐγχέῃς, καν σχῆμα ἐγγράψῃς, εὐθέως διαχεῖται καὶ διαλύεται· τοῦτο δὴ τὸ πάθος καὶ ἐπὶ δαιμόνων ὀρᾷν ἔστι. Καὶ γὰρ καὶ ἐπὶ τούτων διολισθαίνει καὶ χρῶμα καὶ σχῆμα καὶ εἶδος ὁτιοῦν τῶν ὄντων. ΟΑΡΝΤ ΧΙΧ. Ταῦτα, Τιμόθεε, Μάρκος ὡς ἐμὲ εἰκάσαι, πιοανῶς διεῖλε. Καί σε τὸ ἀπὸ τοῦδε μηδείς ταραττέτω λόγος, ὡς δαίμοσιν ἐνούσης τῆς κατὰ τὸ ἄῤῥεν καὶ θῆλυ διαφορᾶς· ταῦτα χὰρ ἐν τούτοις μέχρι τοῦ φαίνεσθαι· μόνιμον δὲ καὶ καθ´ ἔξιν τούτων οὐδὲν ἐν αὐτοῖς ἐστι, Διὸ καὶ τὸ τῇ λεχοῖ παρενοχ λῆσαν δαιμόνιον, εἰ γυναιξίν ἐμφερὲς ὡρᾶτο, μὴ τοιοῦτον εἶναι καὶ καθ´ ἔξιν οἷου, μόνον δὲ σχῆμα γυναίου προβάλλεσθαι. ΤλΟΦ. Πῶς δὲ, ὦ Θρᾷξ, οὐκ ἄλλοτε πρὸς ἄλλο καὶ ἄλλο σχῆμα μεταχωρεῖ, καθάπερ οἱ ἀλλοι δαίμονες, ἀλλὰ τοιοῦτον εἰς ἀεὶ ὁρῶται; Καὶ γὰρ πολλῶν κατακούσας ἔχω, θηλύμορφον πάσαις ταῖς λεχοῖς ὁρᾶσθαι ΘΡΑΞ Καὶ τούτου, Τιμόθεε, τὴν αἰτίαν ὁ Μάρκος οὐκ ἀπίθανον ἀποδέδωκεν. Ἔφη γὰρ μὴ πάντας δαίκονας δυνάμεως καὶ βουλήσεως τῆς αὐτῆς μετἐγειν, ἀλλ´ εἶναι πολλῆν αὐτῶν κἀν τούτῳ παραλλαγίν· ἀλογον γὰρ ἔγειν ὡς ἐπὶ τῶν θνητῶν καὶ συν θέτων ζώων. Ὡς γὰρ ἐν τούτοις, ἀνθρωπος μὲν, μετέχων δυνάμεως νοερᾶς τε καὶ ἔμφρονος, ἔτι τε καὶ τὴν φανταστικὴν ὁλικωτέραν ἔχει, πρὸς πάν τα σχεδὸν ἐξηπλωμένην τὰ αἰσθητὰ, τά τε κατ´ οὐρανὸν καὶ ὄσα περὶ γῆν τε καὶ ἐπὶ γῆς· ἵππος δὲ καὶ βοῦς καὶ τὰ τούτοις ὁμόστοιχα, μερικωτέραν καὶ πρὸς ἔνια τῶν φανταστῶν ἐνεργοῦσαν, τὰ σύννομα καὶ τὴν φάτνην καὶ τοὺς κτησαμένους γινώσκουσο· ἐμπίδες δὲ καὶ μυῖαι καὶ σκώληκες ἀπεστενωμνην ἔχουσι ταύτην καὶ ἀδιάρθρωτον, μήτε ἀπὴν εἰδότος