Ancient Greek
688.28 to 689.32
Michael Psellus, Peri Rhetorikes 688.28-689.32
Unproofread scanNot analysed yet
εἰ δ’ ἄλλην περιτιθῆσιν εἴρως τὴν αἰτίαν, εἰ μὲν τι κολαζόμενον μετάστασις τυγχάνει· 30 εἰ δ’ ἐστιν ἀτιμώρητον τὸ ζήτημα συγγνώμη. εἰ δὲ συμβάντος πράγματος νόμῳ κολαζομένου· ὁ μὲν τοῦ νόμου τὸ ὅπλον προβάλλεται δικαίως, ὁ δὲ τὸν νόμον ἀναιρεῖ σαφῶς ταῖς διανοίαις. ΠΕΡΙ ΡΗΤΟΡΙΚΗΣ ὅητόν τε καὶ διάνοια τὸ ζήτημα τυγχάνει. εἰ δὲ τις πρᾶγμα τῷ ῥητῷ προσφυῶς ἀντιξέει, συλλογισμὸν ἐργάζεται ῥητορικὸν ἐνταῦθα. παράθεσις οὖτός ἐστι πρὸς ἔγγραφον ἄγραφον. εἰ δ’ ἐστιν ἀμφισβήτησις νόμων δυοῖν ἢ πλείον, 5 καὶ μὴ πολλῶν τὸ ζήτημα, ἑνὸς δὲ τεμνομένου, ἀντινομία πέφυκεν ἡ ζητήσις εἰκότως. ἀμφιβολία δὲ ἐστι ζητήσις προχωροῦσα ἐκ προσφοδίας τονικῆς, ἐκ μερισμοῦ ῥημάτων. εἰ δ’ ἐστιν ἀμφισβήτησις, εἰ δεῖ γενέσθαι κρίσιν, 10 μετάληψις τὸ ζήτημα, ἣν οὕτω διαιρήσεις. τὸ μὲν γὰρ ταύτης ἔγγραφον, τὸ δ’ ἄγραφον τυγχάνει. παραγραφὴν τὸ ἔγγραφον ὀνόμαζε τελείαν, ἔχον ἐκ νόμου τὴν ἰσχὺν τοῦ λόγου καὶ τὸ κράτος. τὸ δ’ ἄγραφον οὐ νομικόν, οὐ γὰρ προβάλλει νόμον. 15 ἀλλ’ ἐστι λογικώτερον, καὶ γὰρ αἱ δύο στάσεις, πραγματική, μετάληψις, ὥσπερ ἡ τέχνη λέγει, τῶν λογικῶν καὶ νομικῶν μέσαι τυγχάνουσι πῶς. οὐχ ὅλαι, τοῖς δὲ μέρεσι πρὸς ἄμφω τεταγμέναι. ἑκάστη δὲ τῶν στάσεων τῶν ἀπροιμημένων 20 καὶ ἰδίοις ὀνόμασι καὶ γενικοῖς καλεῖται. καὶ κεφαλαίοις ἰδίοις καὶ κοινοῖς τέμνεται πῶς, ὧν τὰ μὲν τοῦ διώκοντος τυγχάνουσιν ἴδιως. τὰ δὲ εἰσι τοῦ φευγόντος, τὰ δὲ κοινὰ τῶν δύο. πάλιν κατ’ ἄλλον μερισμὸν τὰ μὲν τῶν ζητημάτων 25 ὡς λόγον γένους ἔχοντα τέμνεται πῶς εἰς εἴδη. τὰ δ’ εἰσι μερικώτατα, τομὴν μὴ δεδεγμένα. οὕτως ὁ λόγος πέφυκε τῶν ζητημάτων ἄναξ. ἔντεῦθεν δὲ λεκτέον σοι ὡς περὶ προοιμίων. καὶ τῶν λοιπῶν εὑρέσεων τοῦ λόγου καὶ σχημάτων. 30 ὁ κατὰ τέχνην, δέσποτα, συντεθεμένος λόγος, ἔχει καὶ σῶμα καὶ ψυχὴν καὶ κεφαλὴν καὶ πόδας. ψυχὴ μὲν ἡ διάνοια, σῶμα δ’ ἐστιν ἡ λέξις·