Ancient Greek
698.1 to 699.14
Michael Psellus, Peri Rhetorikes 698.1-699.14
Unproofread scanNot analysed yet
καὶ τοῦτο τῆς εὕρεσεως τυγχάνει σοὶ τὸ τέλος. ἔστι καὶ τρίτον μάθημα τῆς πυριτωοῦν τέχνης. ὕπερ ἰδέας λέγουσιν ἤτοι μορφὰς τοῦ λόγου. καὶ πρῶτον μέρος ἔννοια· ἡ λέξις μετὰ ταύτην. δ εἰτ ι δὲ τρίτον πέφυκε τῆς λέξεως τὸ σχῆμα. ἡ μέθοδος δὲ τέταρτον τυγχάνει τῆς ἔννοιᾶς. Μέρη ἑκάστης ἰδέας ὀκτώ. Ἔννοια, λέξις, σχῆμα, μέθοδος, κῶλα, ἀνάπαυσις, σύνθεσις, ῥυθμός. 10 Ἰδέα λέξις πέφυκεν ποιότης ἀρμόδιος προσώποις τε καὶ πράγμασι τοῖς ὑποτιθεμένοις. κατ’ ἔννοιαν καὶ τάξιν δὲ πλεῖόν τε ἀρμονίας. Μεθ’ ἣν τὰ κῶλα πέφυκεν, εἶτα λοιπὰ τὰ τρία. ἀνάπαυσις καὶ σύνθεσις καὶ ῥυθμὸς τελευταῖον. 15 τούτοις ἑκάστη τέμνεται τοῖς μέρεσιν ἰδέα. εἰσὶ δὲ αἱ μὲν γενικῶς τεμνόμεναι εἰς εἴδη σαφήνεια καὶ μέγεθος καὶ κεκαλλωπισμένον. καὶ τοῦ σαφοῦς μὲν ἀσαφὲς ἀντίθετον τυγχάνει. τὸ μέγεθος δ’ εὐτέλειαν ἀπεναντίαν ἔχει. 20 τὸ δ’ ἀκαλλὲς ἀντίφοπον τοῦ κεκαλλωπισμένου. τέσσαρα δὲ τυγχάνουσιν ἰδικῶς τεταγμένα. χορότης, ἥς ἀντίθετόν ἐστιν ἡ ὑπιότης. ἦθος καὶ ἐνδιάθετον, ἀλήθεια, δεινότης. τέμνεται δ’ ἡ σαφήνεια εἰς δύο ταῦτα μέρη. 25 εἰς καθαρότητά φημι καὶ εἰς εὐκρίνειάν τε. τῇ πρώτῃ μὲν ἀντίφοπος περιβολὴ τυγχάνει. καὶ τῇ δευτέρᾳ σύγχυσις κακία τις τοῦ λόγου. τὸ μέγεθος δὲ τέμνεται εἰς ἕξ ταύτας ἰδέας. σεμνότητα, τραχύτητα, λαμπρότητα τὴν τρίτην. 30 ἀκμὴν τε καὶ σφοδρότητα, περιβολὴν τὴν ἕκτην. τοῦ ἤθους δ’ εἰσὶ τέσσαρες αἰτίαι τεμνομένου. ΠΕΡΙ ΡΗΤΟΡΙΚΗΣ ἐπιεικὴς, ἀφέλεια, ἀλήθεια, βαρύτης. ἡ τις αὕτη μὲν καθ’ αὑτὴν οὐδαμῶς θεωρεῖται. συνίσταται δ’ ἐξ ἀφελούς καὶ τῆς ἐπιεικείας. τῆς ἀφελείας πέφυκε δριμύτης καὶ γλυκύτης. ἔννοια καθαρότητος ἢ κοινὴ καὶ συνήθης. 5 λέξεις σαφὴς μὴ τροπική, ἀλλ’ ἡ συννηθεστάτη. σχῆμα τὸ καθ’ ὀρθότητα πτώσεως τεταγμένον. κῶλα μικρὰ εἰς ἔννοιαν καθ’ ἓν ἀπηρισμένα. συνθήκη μὴ φροντίζουσα συγχρούσεως στοιχείων. ἀνάπαυσις ἰαμβικὴ κατάληψις τοιαύτη. 10 τῆς δ’ εὐχρειᾶς ἔννοιαι ἐν κεφαλαίοις δύο, αἱ καταστατικώτεραι καὶ εἰς ἀρχὴν τὸν λόγον ἀνάγουσαι καὶ σφίγγουσαι καὶ πάλιν κατωτέρω διατυποῦσαι κάλλιστα τὴν τάξιν τῶν μελλόντων, μέθοδος ἢ τὰ πράγματα τιθεῖσα κατὰ φύσιν. 15