Ancient Greek
703.21 to 703.31
Michael Psellus, Peri Rhetorikes 703.21-31
Unproofread scanNot analysed yet
τὸ σχῆμα τὸ τῆς πείσεως ἀντίρρησιν οὐκ ἔχει. τὰ ἴσα τὰ ὑπερβατὰ προσποίησις σχεδίου. αὐξήσεις εἴτ’ ἀπόδειξις, τὸ λέγειν ἐναντία. τὸ ἐγκωμίων ἑαυτὸν ἀξιοῦν ἐν τῷ λόγῳ, τὸ χρησθαι τε τοῖς ἔπεσι, κολλήσει, παρωδία. τὸ τραγικῶς ἐν τῷ πεζῷ λέγειν κατὰ τὴν τέχνην. ἅπαντα ταῦτα μέθοδοι δεινότητος ἰδέας. ἔστω γοῦν σοι τεχνίδιον ἡ σύνοψις τῆς τέχνης. εὐσύνοπτόν τι μάθημα, σύντομον τετμημένον, ἡδυεπές, ἡδύσθογγον, ἡδυμελές ἐκτόπως. ὡς ἂν καὶ παίζων λογικῶς κερδαίνης τι τοῦ λόγου.