Ancient Greek
285
Michael Psellus, Poemata 285
Unproofread scanNot analysed yet
Καὶ τὸ τῆς νύμφης ζώπυρον πολὺ πρὸς τὸν νυμφίον, Πρὸς δὲ, τὴν συγκατάβασιν ἐκείνου πρὸς τὴν νύμφην Κἀκ τούτων ἐπιγνώσαντες τοῦ πράγματος τὸ τέλος, ς ἀρα καταβήσεται πρὸς ταύτην ὁ νυμφίος, Ἐπανακλιθησόμενος βασιλικῶς ἐν ταύτῃ, Τὴν νύμφην εὐτρεπίζουσι δῆθεν καταχρυσοῦντες Ἵνʹ, ἐπειδὰν ὁ βασιλεὺς ἐπιδημῆσαι θέλῃ, Κύρκσῃ πρὸς ἀνάπαυσιν αὐτὴν ἑτοιμοτάτην Φασὶ γὰρ οὕτω πρὸς αὐτὴν οἱ φίλοι τοῦ νυμφίου· Ὁμοιώματα χρυσίου ποιήσωμέν σοι μετὰ στιγμάτω τοῦ ἀργυρίου, ἕως οὖ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὖ τοῦ. Ἐπεὶ, φασλν, ὁ βασιλεὺς ἀνακλιθῆναι μὲλλε, Ἐν σοὶ, τῇ τοῦτον καθαρῶς φιλούσῃ καὶ ζητούσῃ. Δεῦρο λοιπὸν καὶ παρ´ ἡμῶν καλῶς ἄτοιμασθεῖσα Κἂν γὰρ οὑ λάμπεις ὡς χρυσὸς ταῖς ἀρεταῖς νύμφη κμὴν γὰρ ἀργυρολαμπεῖς ἀπὸ τῆς σκοτομήνης,, Ἄλλ´ ὅμως χρυσαυγήσομεν καὶ παρεικάσομέν σε Χερουβικῷ καὶ φλογερῷ καὶ σεβασμίῳ θρόνῳ Ὁ βασιλεὺς γὰρ κατελθὼν ἀνακλιθήσεταί σοι Τὴν γὰρ ῥηθεῖσαν ἄπασαν ὧδε δραματουργίαν,. Τὴν θαυμαστὴν ἀλλοίωσιν τῆς νύμφης καὶ παρθένου, Τὴν ἐξ ἀργύρου πρὸς χρυσόν οημι γεγενημένην, Παρὰ τῶν φίλων δηλαδὴ τοῦ Λόγου καὶ νυμφίου, λε ἀρωγήν μοι νόησον, καὶ χάριν πρὸς τὴν νύμφην, Ἑκ τῶν ἀγγέλων τοῦ Θεοῦ δοθεῖσαν ἐπαξίως· Τοῦτο χὰρ ἔθος πέφυκε τοῖς φίλοις τοῦ Δεσπότου, Οἱ ἐπειδὰν ἀθρήσωσι ψυχήν τινα παρθένον, Ἐπειγομένην πρὸς Χριστὸν καλῶς ἐπαναλύσαι, Κυκλόθεν παρεμβάλλουσιν ὡς φύλακες ἐκείνης, Ἀρήγοντες, ἐγείροντες πρὸς ἐναρέτους τρόπους, μέχρις ἂν δείξωσιν αὐτὴν δεξιὰν τῷ Δεσπότῃ. λλ´ ἡδη προχωρήσωμεν τῷ λόγῳ περαιτέρω, Καὶ προκόψασαν ψυχὴν ταῖς χάρισι τῶν φίλων ἴδωμεν, τί φησιν εὑθὺς αὕτη ὡς πρὸς τοὺς φίλους. φησὶ δ´ αὐταῖς ταῖς λέξεσιν οὕτως πρὸς τοὺς ἀγγέ Νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ. [λους. Βλέπεις καρπὸν τῆς προκοπῆς ψυχῆς τῆς ἐναρέτου· Ἰδοὺ γὰρ ἡ προκόψασα πρὸς ἀρετὰς παρθένος, Ὅσπερ καὶ προιγγίσασα τῷ ποθουμένῳ Λόγῳ, Ἐπεγνωκέναι μὲν ἐρεῖ τὸ κάλλος τοῦ νυμφίου, Πλῆν δι´ αἰσθήσεώς τινος ἀσφραντικῆς καὶ μόνη Τίνος δὲ χάριν, ἐρωτᾷς, οὐ λέγει μύρον ἄλλο, Ἄλλὰ τοῦ νάρδου μέμνηται μυρίζειν τὸν Δεσπότην Τὸ μὲν, ὅτι καὶ πρώτιστόν ἐστι τῶν ἄλλων μύρων· Τὸ δ´ αὖ, ὅτι καὶ πέφυκεν ἐμφάσεις ἔχον θείασὭσπερ εἴ τις ἄνθρωπος ἐκ τοῦ παρόντος βίου, ΚΑν πάσας φέρων κατορθοῖ τὰς ἀρετὰς ἐμπόνως, Ἄν μὴ Χριστὸν ἐνδέδυται βαπτίσματι τῷ θείῳ, οὐδὲν οὖτος ὀνίνησι ταῖς ἀρεταῖς ἁπάσαις· Τοῦτον τὸν τρόπον ἴδῃ τις ἀέῥήτως ἐν καρδίᾳ, Παρά τινος τῶν μυρεψῶν κατασκευαζομένου Οἱ γὰρ βουλόμενοί ποτε κατασκευάσαι νάρδον, Κἂν εἴδη βάλλωσι πολλὰ μυρεψικὰ πρὸς τοῦτο, Εὶ μὴ καὶ νάρδον βάλλωσιν, ἡτις ἐστὶ βοτάνη, Εἰε μάτην πεπονήκασιν ὄντως οἱ ναρδεργάται,