Ancient Greek
288
Michael Psellus, Poemata 288
Unproofread scanNot analysed yet
Δείονυσιν ὅτι προκοπὴν οὐκ ἔφθασε τελείαν. ΕΦʹ ὧσπερ ὑπαυξάνουσα τοῦ κυπρισμοῦ τὸ κάλλος, οὕτως, φησί, κυπρίζει μοι Χριστὸς ὁ καὶ νυμφίος, Ὃσπερ κυπρίζουσι τερπνῶς ἐν τῷ Γαδδὶ τῷ τόπῳ Οἱ τῶν ἀμπέλων βότρυες εὐώδεις πεφυκότες· Τῆ γὰρ, ὥς φασι, τοῦ Γαδδὶ ἀμπολοτρόφος οὖσα, Γῆν πᾶσαν ὑπερήλασεν εἰς τὴν ἡδυβοτρύαν Τῆς γοῦν ἁγνῆς καὶ καθαρᾶς ψυχῆς εἰπούσης τάδε, Ὁ λόγος ἀποκρίνεται λέγων ταῦτα· Ἰδοὺ ἢ καλὴ, ἡ πλησίον μου, ἱδοὺ καλή· οἱ ὁφθαλμοί σου, περιστεραί, Ῥσπερ οἱ χρυσογνώμονες, οὕς φασι χρυσοχόους, Ἀν τὸν χρυσὸν θελήσωσι τὸν κεκιβδηλωμένον, Δαμπρότερον ἐργάσασαι καὶ καθαρὸν ἐξόχως, Πολλάκις βάλλουσιν αὐτὸν ἐν τοῖς χωνευτηρίοις Τοῦτον τὸν τρόπον δείκνυσι τὴν νύμφην νῦν ὁ λόγος, Ὁτῶν ψυχῶν θεραπευτὴς τῶν μεμελανωμένων ἵππῳ γὰρ ταύτην πρότερον τῷ λόγῳ παρεικάσας, Καὶ δείξας ἔτι χαμερπῆ τυγχάνειν τὴν παρθένον, Ηρὸς ἀρετὴν ἠρέθισε ταύτην ὑψηλοτέραν. Ἡ δὲ προκόψασα τρανῶς ταῖς χάρισι τῶν φίλων Γίνεται θρόνος πύρινος τοῦ πάντων Βασιλέως Ἀλλ´ ἔτι πάλιν φθάνουσα ταῖς ἀρεταῖς εἰς ὕψος, Καὶ πάλιν προσεγγίσασα τῷ καθαρῷ νυμφίῳ, Λαμπρῶς ἐγκωμιάζεται καὶ παρὰ τοῦ νυμφίου Ἰδοὺ γὰρ εἶ καλῆ, φησὶν, ἡ πλησίον μου αἵτα διπλοῦς τὸν ἔπαινον τοῦ κάλλους ἐπιφέρων Ἰδοὺ, φησι, καλὴ τυγχάνεις, ὧ παρθένε. [πάλιν, ἦχεις γὰρ ὄμματα τερπνὰ περιστερᾶς παρθένου, ὁπόταν σου τοὺς ὀφθαλμοὺς ἀπέστρεψας τῆς πλάνη Καὶ πρὸς ἐμὲ τὸν πλαστουργὸν τὸν σὸν ἐνατενίζεις, Κεριστερᾶς δὲ μέμνηται νῦν ὀφθαλμοὺς ὁ λόγος, Τὸ καθαρὸν τοῦ βλέμματος σημαίνων τῆς παρθένου Καὶ γὰρ τοσοῦτον καθαρὸν ἔσχεν ἐκείνη βλέμμα, ὥστε κατεῖδε καθαρῶς τὸν κάλλιστον νυμφίον. Τῶν γ Πατέρων Οὕτω τοίνυν τὴν νύμφην ὁ νυμφίος ὁρῶν κατὰ κρᾶξιν μὲν καθαρὰν, κατὰ θεωρίαν δὲ πεφωτισμένην, φησὶ πρὸς αὐτήν· Ἰδοὺ εἶ καλὴ, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή· ὀφθαλμοί σου, περιστεραί. Ἥγουν, Ἰδοὺ ὑπάρχεις ὡραία κατὰ μετοχὴν τῆς ἐμῆς ὡραιότητος, ὡς τὸ διὰ τὴν πρώτην ἀπιστίαν αἶσχος ἀποβαλομένη, καὶ ἐγγίσασά μοι κατ´ ἀρετὴν ἐν τῷ μιμήσασθαι τοὺς ἐμοὺς μιμητὰς ἀποστόλους. Ἰδοὺ ὑπάρχεις ὡραία ὡς παρὰ τῶν ἀγγέλων μου τὰς ἐν τῷ παντὶ διδαχθεῖσα ἐμφάσεις μου, κἀντεῦθεν ὡραῖσθεῖσα καὶ κατὰ γνῶσιν, ἐπειδήπερ οἱ νοεροὶ ὀφθαλμοί σου πνευματικοὶ, ἐν τῷ μὴ ἀπατᾶσθαι τοῖς ἐν αἰσθήσεσι τερπνοῖς, ἀλλ´ ὡς ἐν ἐσόπτροις τούτοις τὰ κεκρυμμένα ὃιορᾷν νοητὰ κάλλη. Τῶν γ Πατέρων. Πρὸς ταῦτα δὲ ἡ νύμφη, ἐπειδὴ παρά τοῦ νυμφίου μεμαρτύρηται πνευματικοὺς ἔχειν ἀφθαλμοὺς, κἀντεῦθεν μὴ ἀπατωμένους· ἀλλὰ τὸ κυρίως καλὸν, ὅθεν ἡ ὡραιότης αὐτῇ γέγονε κατὰ μετοχὴν, γνωρίξοντας, τάδε φησίν· Ἰδοὺ εἶ καλὸς. ἀδελφιδοῦς μου δηλονότι, Σὺ μόνος ἂν δικαίως λέγοιο καλὸς ὁ ἀγαπητός μου, οὖ κατὰ μετοχὴν καλὰ τὰ καλά· καίγε Τνίμπι Ραίνωο. Τνιανο Ραίνκηι.