Ancient Greek
293
Michael Psellus, Poemata 293
Unproofread scanNot analysed yet
Γλυκύτατος γὰρ πέφυκε καὶ μάλιστα πρὸς γεῦσιν, Ὡς τὴν ζωήν τὸν ἄληκτον διδοὺς τοῖς γευσαμένοις Ὁ τρώγων γὰρ, φησὶν αὐτὸς, σῶμα τούμόν ἀξίως, Αὐτὸς κερδήσει τὴν ζωὴν τὴν ὅντως αἰωνίαν, ἀρκοῦσι ταῦτα τῷ σκοπῷ καὶ λόγῳ τῷ τοῦ μέλους, τὸ τῶν ᾀσμάτων δὲ λοιπὸν καλῶς ἐρμηνευτέον Φησὶν ἡ νύμφη καθεξῆς περὶ τοῦ θείου Λόγου· Ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα. Καὶ ὁ καρπὸς αὐτοῦ γλυκὺς ἐν τῷ λάρυγγί μου Τούτου φησὶ τοῦ θαυμαστοῦ καὶ ζωηφόρου μήλοι Πολλάκις ἐπεθύμησά που τὴν σκιὰν προσβλέψαι, Ὅταν ἡ φλὸξ τῶν πειρασμῶν σφόδρα κατέφλεξε μὶ Ἀλλ´ ἰδοὺ νῦν ἐκάθισα, καὶ τέρπομαι, καὶ χαίρω Καὶ τὸν φλογμὸν ἐξέφυγον τὸν τῶν πειρατηρίων, Καὶ μελετῶ τὰς ἐντολὰς ἁπάσας τοῦ Κυρίου, Ὅπόταν ὁ γλυκύτατος ὁ Λόγος καὶ νυμφίος, Κατασκιάσῃ καὶ αὐτὴν ταῖς πτέρυξι ταῖς θείαις, ἀποτειχίσῃ δὲ μακρὰν τοῦ πειρασμοῦ τὴν φλόγα. Ταῦτα μὲν οὕτως εἴρηκαν ὥσπερ ἐγκαυχωμένη. Παρακαλεῖ δὲ καθεξῆς τοὺς φίλους τοῦ νυμφίου, Ἐτι προκόψαι καὶ δραμεῖν πρὸς τὸν καλὸν νυμφίονΦησὶ γὰρ οὕτω πρὸς αὐτούς. Ἀλλά μοι σκοπητέον· Εἰσαγάγετέ με εἰς οἴκον τοῦ οἶνου, τάξατε ἐπ´ ἐμὲ ἀνάπην στηρίξατέ με ἐν μύροις, στιβάσοτέ με ἐν μή· λοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ. Φησί· διψῶ τὴν προκοπὴν τὴν ὡς πρὸς τὸν νυμφίον τὸν βότρυν λέγω τῆς ζωῆς, τὸν πέπειρον, τὸν θεῖον, Τὸν γλεῦκος ἀποστάζοντα τῷ σταυρικῷ θανάτῳ. Καὶ τοίνυν εἰσαγάγετε κἀμὲ πρὸς οἶκον τούτου, α Λν ἰδοῦσα καθαρῶς τὸ κάλλος τοῦ νυμφίου, Τὸ ζώπυρον αὐξήσω μου τῆς πρὸς αὐτὸν ἀγάπης Ἔτι δὲ πάλιν δυσωπῶ τυχεῖν τῶν μειζοτέρων. Τάδε γὰρ λέγει πρὸς αὐτοὺς, τουτέστι τοὺς ἀγγ [λουε´ Στηρίξατέ με ἐν μύροις, στιβάσατέ με ἐν μή λοις, Ἐπεὶ, φησλν, ἠγάπησεν ἐμὲ τῆν ἀπωσμένην Ὁ θαυμαστὸς, ὁ φοβερὸς, ὁ κάλλιστος νυμφίος, Στηρίξατέ με τὸ λοιπὸν ὑμεῖς οἱ τούτου φίλοι, Πρὸς τὴν ἀγάπης τὴν αὐτοῦ τοῦ Λόγου καὶ νυμφίου· σπερ μοι πρότερον χρυσὸν ἀντιδιδόντες μύρα, Τὸ πάσης ἀποτρεπτικὰ δυσώδους ἁμαρτίας, Ὁε θν μηκέτι πλανηθῶ καὶ παρεκκλίνω πάλιν Σὺ δ´ ἀρετὰς ἐννόησον τὰ μύρα τὰ τῶν φίλων Ἀλλ. ἐτι πάλιν λιπαρεῖ τοῖς μήλοις στιβασφῆναι. Ποτὲ μὲν γὰρ προσομιλεῖ τοῖς φίλοις, ὥσπερ νύμφη, Ἡ παρθανεύουσα ψυχὴ καὶ νυμφοστολουμένη. Ποτὲ δ´ ὤς κλίνη χρυσαυγὴς, ποτὲ δ´ ὡς θεῖος δρόνος. Καὶ γὰρ ὡς ὅντως ἐν μιᾷ ψυχῇ καθαρωτάτῃ, Νυνὶ μὲν ἀνακλίνεται Χριστὸς ὁ καὶ νυμφίος· Νηνὶ δὲ περιπατεῖ, καὶ κάθηται πολλάκις. Ἅπαν δὲ τοῦτο πέφυκεν ὁ στιβασμὸς τῶν μήλων. Ιοθεῖ καὶ φλέγεται καλῶς ἡ νύμφη τῷ νυμφίῳ· Ὀστις καὶ μῆλον λέγεται φανὸν ἀκ τοῦ δρυμῶνος, Καὶ θέλει τοῶτον γενέαθαι πάντοτε ταῦτα πάντα, Τροφὴν τρυφήν τε καὶ σκιὰν καὶ στιβασμὸν τ [στέγης