Ancient Greek
307
Michael Psellus, Poemata 307
Unproofread scanNot analysed yet
Ρεείἰί. Οὐχ εὖρον τοῦτον οὐδαμῶς ἐκεῖσε πεφηνότα, Καὶ πάλιν τοῦτον κέκληκα, πλὴν οὐχ ὁπήκουσέ μου. Ὡς ἀληθῶς ἐκτραγῳδεῖ τοὺς λόγους ἡ παρθένος, Ψυχὴ γὰρ πᾶσα καθαρὰ, κἂν πρὸς ἀγγέλους φθάσῃ, Καὶ τῶν ἀδύτων ἔσωθεν εἰσέλθῃ τῶν ἀῤῥήτῶν, Μὴ νομιζέτω κατιδεῖν τὴν θεικὴν οὐσίαν Ἐπεὶ γοῦν ὡς ἐζήτησεν οὐχ εὖρε τὸν νυμφίον, Ἀκούσωμεν τί βούλεται. Φησὶ γὰρ οὕτω πάλιν· Ἀναστήσομαι δὴ, καὶ κυκλώσω ἐν τῇ πόλει, ἐν ἀγοραῖς, καὶ ἐν ταῖς πλατείαις, καὶ ζητήσω Ον ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν, καὶ οὐχ εὖρον, ἐκάλεσα αὐτὸν, καὶ οὐχ ὁπήκουσέ μου. Ἐξαναστήσομαι, φησὶ, καὶ ψηλαφήσω τοῦτον, Καὶ πᾶσαν ὑπερκόσμιον περικυκλώσω φύσιν, Ἠν πόλιν ἐπωνόμασεν ὁ λόγος τῶν ᾀσμάτων, Καθώς περ εἶπεν ἀγορὰς τὰς ἄνω πανηγύρεις Ὡς γοῦν ἀνέστην δὴ, φησί, πρὸς ζήτησιν ἐκείνου. Καὶ τῷ σκοπῷ καὶ λογισμῷ τὰς τῶν ἀγγέλων φύσεις, Ἄπάσας ἐξηρεύνησα μετὰ πολλοῦ τοῦ πόνου, Ἐλπίζουσα καταλαβεῖν αὐτὸν ἐν τοῖς ἀγγέλοις. Ἀς ἐψηλάφουν τοιγαροῦν αὐτὸν ἐν τοῖς ἀγγέλοις, Ὅπως ἄν μάθω τίς ἐστι καὶ ποταπὸς τυγχάνει, Καὶ πόθεν ἔχει τὴν ἀρχὴν, καὶ τίνι καταλήγει, Οἱ φύλακες τῆς πόλεως Σιὼν τῆς ἀνωτάτης, Περινοστοῦσαν εἶδόν με τὴν πόλιν, καὶ ζητοῦσαν Φησὶ γὰρ οὕτω καθεξῆς ὥσπερ ἀφηγουμένη· Εὔροσαν με οἱ τηροῦντες, οἱ κυκλοῦντες ἐν τῇ πόλει. Εἶτα, φησὶν, ἠρώτησα πρὸς τοὺς ἀγγέλους τάδε· Ἰὰ ὃν ἠγάπησεν ἡ ψυχή μου, ἵδετε; Ἄλπιίον νὰς ὡς ἀληθῶς, κἀν τοῖς ἀγγέλοις εἶναι Καταληπτὸν καὶ προσιτὸν τὸν Λόγον καὶ νυμφίον. Ἐπεὶ δὲ τούτους ἔγνωκα μηδὲν ἰπισταιλένοις Παρῆλθον αὖθις ἀπ´ αὐτῶν, φησὶν, ἐξαποροῦσα. Καὶ ὡς μικρὸν ὅτε Παρῆλθον ἀπ´ αὐτῶν, ἕως οὖ [εῦρον ὅν ἠγάπησεν ἡ ψυχή μου. Ἀς γοῦν Παρῆλθον γὰρ, φησί, μικρὸν ἐκ τῶν ἀγγέΠιστεύσασα τῷ λογισμῷ τὴν ἀκαταληψίαν Τοῦ ααντοκράτορος Χριστοῦ καὶ θεανθρώπου Λόγου, Εδρον αὐτὸν ὡς ἀληθῶς ἐν τοῖς ἀκαταλήπτοις. Ἡ φύσις γὰρ ἡ θεικὴ τοῦ Λόγου καὶ νυμφίου, Τῷ μὴ καταλαμβάνεσθαι καταληπτὴ τυγχάνει. Ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφῆκα αὐτὸν, ἕως οὖ εἰσήγαγον αὐιὸν εἰς τὸν οὗκον τῆς μητρός, μου, καὶ εἰς τὸ ταμιεῖον τῆς συλλαβούσης με. Ἐπείπερ ἀκατάληπτον αὐτὸν, φησὶν, ἐφεῦρον, Ἔνδον αὐτὸν ἐκράτησα καὶ μέσον τῆς καρδίας, Καὶ τῷ Πατρὶ συνάναρχον ἐγνώρισα τυγχάνειν, Πκεῖς γὰρ οἶκοι καὶ ναοὶ καὶ μάλιστα ταμεῖα Τοῦ Πνεύματος τυγχάνομεν, κατὰ τὸν μέγαν Παῦλον, Τοῦ καὶ γεννήσαντος ἡμᾶς καὶ τρέφοντος, ὡς οἰδε. ὡελλοῦ. Ἀλλὰ τὴν κρείττω προκοπήν ἡ νύμφη ψηλαφῶσο πάλιν τοὺς φίλους δυσωπεῖ. Φησὶ γὰρ τούτοις τάδε· Ῥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλὴμ, ἐν ταῖς