Ancient Greek
315
Michael Psellus, Poemata 315
Unproofread scanNot analysed yet
ΡιεΙίί, Τικηε Ραίνκιο. ὡς τοῦτο ὑποτιθέμένων αὐτῷ, Καὶ ταύτας μὲν τὰς τῷ γραπτῷ νόμῳ περιειλημμένας δέκα ἐντολας δεκαπλασιάζων ὁ φυσικὸς νόμος, κατὰ τὰς τούτων ἐνεργείας ποιεῖ τὴν ἑκατοντάδα. Τὰς δ´ ἐνεργείας πάλιν δεκαπλασιάζων, κατὰ τὰς ὑφεστώσας αὐτῶν δέκα δυνάμεις τὴν χιλιάδα πληροῖ. Καὶ οὕτως οἱ, ὡς εἴρηται, κρεμάμενοι χίλιοι θυρεοὶ δηλοῦσι τόν τε γραπτὸν καὶ τὸν φυσικὸν νόμον, ἀλλήλοις συμπρέποντας, ἐν τῷ ἀπαιωρεῖσθαι τοῦ λογικοῦ τῆς νύμφης οἷα τραχήλου αὐτῆς, καὶ τὴν ταύτης ποιεῖσθαι φυλακὴν ἀπὸ πάντων τῶν ἐπιβουλευόντων αὐτῇ, Οὐ μόνον δὲ θυρεοὶ κρέμανται ἐπ´ αὐτὴν, φησὶν, ἀλλὰ καὶ πᾶσαι βολίδες τῶν δυνατῶν, αἵπερ εἰσίν αἱ παρά τῶν ἀγίων καὶ οὐρανίων δυνάμεων τῇ νύμφῃ κατα θεωρίαν ὑποτιθέμεναι διδασκαλίαι, καὶ κατὰ τῶν πνευμάτων τῆς πονηρίας, ὥσπερ βολίδες βαλλόώικαι πρὸς ἀναίρεσιν τῶν κατ´ αὐτῆς αὐτῶν μηχανῶν. Ὡς δὲ ταῖς κατὰ λόγον ζητήσεσι διδασκομένης αὐτῆς παρὰ τῶν ἁγίων ἀγγέλων τὰ δέοντα βάλλεσθαι κατὰ τῶν ἐπιβουλευόντων αὐτῇ καὶ αἱ διδασκαλίαι αὗται τοῦ ταύτης λογικοῦ ἀπῃώρηνται. Δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοιι δορκάδος, οἱ νεμόμενοι ἐν τοῖς κρίνοις, ἔως οὖ. Ψιλλοῦ. Καὶ τοῦτο γυναικοπρεπῶς ἔξωθεν λελεγμίνον, Ἔσωθεν ἔχει φοβεράν ἐκήγησιν καὶ χάριν. Μαστοὺς γὰρ γίνωσκε διττοὺς τῆς θείας Ἐκκλησίας, αἷμα καὶ ὕδωρ τὸ σεπτὸν τοῦ Λόγου καὶ Σωτῆρος, Αι´ ὥν ἀρδεύονται ψυχαὶ πιστῶν τὴν σωτηρίαν. Ἔως οὖ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαὶ, πορεύσομαι ἐμαυτῷ πρὸς τὸ ὄρος τῆς σμόρνης, καὶ πρὸς τὸν βουνόν τοῦ λιβάνου. Ἐν τούτοις ὑπαινίττεται τὸ πάθος τοῦ Σωτῆοος Σμύρνης γὰρ ὅρος γίνωσκε τὰ πάθη τοῦ Σωτῆρος. Βουνὸν λιβάνου πάλιν δὲ γνῶθι τὴν τούτου δόξαν, Ἡν ἄνωθεν ἐδόξασε Πατὴρ αὐτὸν καὶ μάνον Τοῦτο γοῦν πεφυκεν ὃ λέγει τῆ παρθένῳ· Δεῦρο, μοὶ συσταυρώθητι τὸ πάθος ἐπειγμένῳ,, Ἡνα μεγάλως σὺν ἐμοὶ πατρόθεν δοξασθήσῃ. Αὐτομολεῖν γὰρ ἔγωγε βούλομαι πρὸς τὸ πάθος Ὃπως αὐγάσω τοῖς πιστοῖς ἡμέραν σωτηρίας, Καὶ κινηθῶσιν αἱ σκιαὶ πᾶσαι τῆς ἀθείας, πλὴν ἐμαυτῷ πορεύσομαι, τουτέστιν ἐκουσίως. Ταῦτα μὲν οὖ λελάληκεν ὁ κάλλιστος νυμφίος. Ἐπεὶ δὲ ταύτην ἔγνωκεν αὐτῷ συνσταυρωθεῖσαν, Καὶ πάσαν ἐκπληρώσασαν τὴν ἐντολὴν ἐκείνου, Πάλιν ἐπήνεσεν αὐτήν. Φησὶ γὰρ οὖτος τάδε· λη καλὴ ἶ ἡ πλησίον μου, ὅλη καλὴ, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί. τῶν γ´ Πατέρων. Καὶ οὕτω μὲν τράχηλός συυ. Οἱ δὲ δύο μαστοί σου, ὡς δύο νεβροὶ δίδυμοι δορκάδος, δηλονότι ἡ ἠθικὴ καὶ φυσικὴ διδασκαλία σου, δι´ ὧν οἷα μαστῶν γάλα ποτίζεις τοὺς ἔτι κατὰ τὴν πίστιν νηπίους πρὸς τελειότητα τρέφουσα, ἀμα ἐκ σοῦ προίασιν, ὡς μήτε τὸ ἧθος ἔτι δεικνυμένης ἀλόγως, μήτε τὸν λόγον ἤθους προσφερούσης χωρίς. Ὅθεν δορκάδι