Ancient Greek
327
Michael Psellus, Poemata 327
Unproofread scanNot analysed yet
θήσοται καὶ κρατηθήσεταί που ὅστις οὐδὲν τι πίφυκεν ἐκ τῶν γινωσκομένων, οὐκ εἶδος, οὐ σχηματισμὸς, οὐ τόπος, οὐ ποσότης· εὕροσάν με οἶ φύλακες, οἱ κυκλοῦντες πόλιν, ἐπάταξάν μα, ἐτραυμάτισάν με. Ὡ τῆς καλλίστης προκοπῆς τῆς νύμφης καὶ παρθένου! Ἰδοὺ γὰρ ἀνελήλυθε μέχρι καὶ τῶν ἀγγέλων. Οὗτοι γὰρ φύλακές εἰσι τῆς πόλεως τῆς ἀνω. Εὕροσαν τοίνον με, φησί, τὸν Αόγον ψηλαφῶσα, καὶ λόγοις ἐτραυμάτισάν καὶ κατεπλήγωσάν με. Τοῦτο καὶ γὰρ ἐξεῖπόν μοι τῶν ἄγαν ἀδυνάτων, τὸ τὴν κατάληψιν ζητεῖν τῆς ἀκαταληὼίας, Ἡραν τὸ θέριστρον ἀπ´ ἐμοῦ οἱ φύλακες τῶν τειχέων. Ἠραν τὸ περικάλυμμα, φησὶν, τῶν ὀφθαλμῶν μου, ὡστε με καθαρώτερον γνωρίσαι τὸν νυμφίον τοῖς πᾶσιν ἀκατάληπτον ὅντα καὶ τοῖς ἀγγέλοις Ὅθεν ἐπαπορήσασα πάντοθεν ἡ παρθένος τοὺς φύλακας ἐκδυσωπεῖ, τουτέστι τοὺς ἀγγέλους, τὸν πόθον ταύτης τὸν πολὺν μηνύσαι τῷ νυμφίῳ. Τῶν γ Πατίρων. Τῶν Ραίημν. φησὶ γοῦν ἔτι ἡ νόμοη πρὸς τὰς μαθητευομένας· Ὅπως δὲ τὸν ῥυπαρὸν τῆς ἁμαρτίας ἐέεδυσάμην χιτῶνα, καὶ κρως ἐκαθάροην, ἀκούσατε· Ἀδελφιδός μου ἀπέστειλε χεῖρα αὐτοῦ ἀπὸ τῆς ὀπῆς, καὶ ἡ κοιλία μυυ ἐθροήθη ἐπ´ αὐτόν. Ἡτοι, Ὁ ἀγαπητός μου ἔπεμψε παρὰ τοῦ Πατρὸς τὸ ἐκεῖθεν ἀκπορευόμενον ὁμοούσιον αὐτῷ Πνεῦμα, ἐν ᾧ ὡσπερ ἔν τινι χειρὶ ἐνεργεῖ τὰ θεῖα χαρίσματα διὰ μέσου τοῦ νυός μου ὡς διά τινος ὀπῆς· καὶ ὡδινησάσης μου τὴν ἀρχὴν τῆς σοφίας τὸν φόβον τοῦ ἀγαπητοῦ μου, ὡς κριτοῦ. τὸ τῆς μοι γαστριμαργίας συνέσταλται πόθος μου, ἐξ οὖ πᾶν εἶδος ἀκολασίας ὑφίσταται. Καὶ εὐθὺς ἀνέστην ἐγὼ ἀνοῖίαι τῷ ἀδελφιδῷ μου· ἤγουν, ἠγέρθην κατ´ ἔμπρακτον θεωρίαν ἀπὸ τῆς ἐμπαθοῦς σχέσεως ἀναπετάσαι τὴν νοητήν μοω πύλην τῷ ἀγαπητῷ μου. Χεῖρές μου ἔσταξαν σμύρναν. Πάντως αἱ ἐνεργητικαί μου δυνάμεις, ὁ νυός καὶ ὁ λόγος, ἐκ προαιρέσεως ἔχεαν τοὺς νεκρωτικοὺς τοῦ σαρκικοῦ φρονήματος λόγους καὶ τρόπους- Δάκτυλοί μου σμύρναν πλήρη ἐπὶ χεῖρας τοῦ κλείθρου. Δηλονότι, Αἱ τῷ νῷ καὶ τῷ λόγῳ συμπεριφερόμεναι, οἷα χεραὶ δάκτυλοε, ποθητικαί μου δυνάμεις, ὡστε αἰσθήσεις καὶ ἡ ἐπιουμία καὶ Ἀ αυμὸς τὴν διὰ γνώσεως καὶ ἀρετῆς οἰκείαν νέκρωαιν τελείαν ἔσταξαν ἐπὶ τὰ ἐμπαθῆ ἔργα, τῆς δίκην κλείθρου ἀποκλειούσης τῷ θείῳ λόγῳ τὴν εἴσοδον ἀπιστίας· ὡς καὶ τῶν ταύτης ἔργων, ἃ τροπικῶς χεῖρες κλείθρου ἐκλήθησαν, συννεκρωθέντων ταῖς αἰρημέναις παθητικαῖς δυνάμεσιν. Ὁτι δὲ τῶν ἔργων τῆς ἀπιστίας ἡ νίκρωσις ἀποτέλεσμά ἐστι πίστεως, αὕτη δὲ φθορὰ τῆς ἀπιστίας ἐστί· ταύτης παρ´ ἐμοῦ οἵα κλείθρου φὸαρείσης, ὡς εἶρηται· ἤνοιξα τῷ ἀδελφιδῷ μου ἐγὼ, τὴν ἑαυτῆς νοητὴν πύλην τῷ ἀγαπητῷ μου ἀναπετάσασα κατὰ διάθεσιν διὰ πίστεως. Ἀδελφιδός μου παρῆλθεν. Ἐπειδήπερ νῷ κατ´ οὐσίαν οὐχ ὑποπίπτει ὡς κατ´ αὐτὴν ἀκατάληπτος. Νυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ. Ἐξῆλθε δὲ τῆς νοερᾶς ἐνδότητος πρὸς αἴσθησιν διὰ τῆς φυσικῆς θεωρίας εὐρεῖν ποθοῦσα τὸν νυμφίον αὐτῆς. Ἐν λόγῳ αὐτοῦ· τῷ, ὅτι Ἔέελθε ἐν πτέρναις τῶν ποιμνίων πρὸς αὐτὴν εἰρημένφ. Ἐν ᾧ