Ancient Greek
333
Michael Psellus, Poemata 333
Unproofread scanNot analysed yet
ὖτινος πάλιν ὀφθαλμοὶ τυγχάνουσι προφῆται, Ἀκέραιοι τὴν φρόνοσιν καὶ θαυμαστοὶ τοῖς τρόποις. Ἐπὶ πληρώματος, φησὶν, ὑδάτων λελουμένοι, Ἡγουν ἐν πάσαις ἀρεταῖς ὅντες ἡγλαῖσμένοι Ἐν γάλακτι καυήμενοι πλήρωμα γαληνῶς τῶν ὑδάτων [των· Οὐκ ἐπιδεικτικῶς, φησὶ, τὴν ἀρετὴν αὐχοῦντες, Ἀλλὰ καὶ πάνυ γαληνῶς αὐτὴν ἐπιτελοῦντες, Σιαγόνες αὐτοῦ ὡς φιάλαι, τοῦ ἀρώματος φύουσαι, Μυρεψικὰ χείλη αὐτοῦ κρίνα στάζοντα σμύρναν [πλήρη. Τὸν πάγχρυσον αἰνίττεται Χρυσόστομον ὁ λόγος, Καὶ τοὺς αὐτῷ τυγγάνοντας ἴσους καὶ διδασκάλους Τὸν μέγιστον Βασίλειον, Γρηγόριον τὸν πάνυ, Τοὺς ἐκ χειλέων, στάζοντας λόγους διδασκαλίας, Καὶ μέλιτος ἡδύτερον, οὖπερ οἱ γεγευμένοι, Σμόρνης ἐμπίπλανται πολλῆς τοῦ λόγου τῇ δυνάμει, Ἡγουν νεκροῦσι τὰ τῆς γῆς αὐτῶν ἐν πόνοις μέλη, Καὶ συσταυροῦνται τῷ Χριστῷ καὶ συνυψοῦνται [τούτῳ. Χεῖρες αὐτοῦ τορευταὶ, χρυσαῖ, πεπληρωμένα [Θαρσίς, Κοιλία αὐτοῦ πυὲίον ἐλεφάντινον ἐπὶ λίθου σαπφεί- [ρου, Κνῆμαι αὐτοῦ στύλοι μαρμάρινοι τεθεμελιωμένοι ἐπὶ Τκρυσῆῷ. Ταῦτα μὲν οὖν ἡ καθαρὰ παρθένος τε καὶ νύμφη, Τοῖς φύλαξιν ὡμίλησε, τουτέστι τοῖς ἀγγέλοις· Τὸ κάλλος ὑπεμφαίνου δῆθεν τὸ τοῦ νυμφίου Σὐ δέ μοι πάσας τροπικῶς τὰς ἐξηγήσεις δέχου λΕπεὶ γὰρ πάντων κεφαλὴ Χριστὸς τυγχάνει μόνος Σῶμα δὲ τούτου πέφυκεν ἡ θεία Ἐκκλησία, Καὶ μίλη τούτου λέγομεν καὶ μέρος τοὺς ἀγίους· Τὸν μὲν ἐκείνου τράχηλον, τὸν δʹ αὖ ἐκείνου πόδα Αοιπὸν καὶ χεῖρας γίνωσκε τούτου τετορνευμένας, Τοὺς ἀποστόλους τοὺς σεπτοὺς καὶ θείους ἱεράρχας, Τοὺς οἰκονόμους τοὺς πιστοὺς τῆς χάριτος τῆς θείας Οἱτινες κατετόρνευσαν αὐτοὺς εὐεπιβόλως, Ἄπασαν ἀποξύσαντες ἀφ´ ἑαυτῶν κακίαν, Ὅθεν ἐλπίδος ἀγαθῶν εἰσιν ἐμπεπλησμένοι Τούτου δὲ πάλιν γίνωσκε κοιλίαν καὶ πυξίον, Τῶν ἐναρέτων τὰς ψυχὰς πάντων καὶ τὰς καρδίας, Ἐν αἷς ὁ λόγος τοῦ Θεοῦ ἐστιν ἐγγεγραμμένος. Οἵτινες ἔχουσιν αὐτῶν τὸν νοῦν καὶ τὰς αἰσθήσεις Τῷ βασιλεῖ τῶν οὐρανῶν ἐπαναπεμπομένας, Ὁ λίθος γὰρ ὁ σάπφειρος τοῦτο σημαίνειν θέλει, Ἔστι γὰρ οὐρανοειδὴς ὁ λίθος οὖτος μόνος, Κνήμας δὲ τούτου γίνωσκε Πέτρον τὸν κορυφαῖον, Ἐν τούτῳ γὰρ ὁ Κύριος αὐτοῦ τὴν Ἐκκλησίαν Οἰκοδομεῖν ὑπέσχετο κἀν τοῖς Εὐαγγελίοις, Εἶδος αὐτοῦ ὡς Λίβανος ἐκλεκτός. Εἶδος αὐτοῦ δὲ γίνωσκε, τουτέστι τοῦ νυμφίου. Μέγιστον ὅντως, καὶ φρικτὸν, καὶ θαυμαστὸν, καὶ Ταῦτα γὰρ εἶδος ἀληθῶς σημαίνει τοῦ νυμφίου. Φάρυγὲ αὐτοῦ γλυκασμὸς καὶ ὅλος ἐπιθυμία. εῖον, Φάρυγξ δὲ τούτου πέφυκεν ὁ Πρόδρομος ὁ θεῖος· Φωνὴ γὰρ ὅντως λέγεται τοῦ Αόγου καὶ νυμφίου.