Ancient Greek
338
Michael Psellus, Poemata 338
Unproofread scanNot analysed yet
Σὺ δὲ μοι τὰς ἐξήκοντα βασιλίσσας ἀκούων, Ἑκείνους εἶναι γίνωσκε, δέσποτα στεφηφόρε, Τοὺς δεκαπλασιάσαντας ἐν ἀγαθοεργίαις Τῆν δεδομένην πρὸς αὐτοὺς ἑξάδα τῶν ταλάντων Καὶ τόπον φθάσαντας υἱῶν τῇ χάριτι τῇ θείᾳ. Καὶ παλλακὰς ὡς ἀληθῶς Ἑκείνους εἶναι νόει Τοὺς ὀκτοπλασιάσαντας ἐν κόποις σωτηρίας Τὸ δεδομένον τάλαντον αὐτοῖς ἐκ τοῦ Δεσπότοι Καὶ γεγονότας μισθωτοὺς τοῦ Λόγου καὶ νυμφίου. Ἀκούων δὲ νεάνιδας πολλὰς ἀναριθμήτους Γίνωσκε ταύτας ἀληθῶς ἁμαρτωλοὺς ἀνθρώπους, Οἷτινες τὸ μὲν τάλαντον λαβόντες τοῦ Δεσπότου, Εἰς γῆν αὐτὸ κατέχωσαν ἐξ ἄκρας ῥᾳθυμίας· Καὶ δοῦλοι μὲν γεγόνασιν, ἀλλ´ ὅμως σεσωσμένοι. Τῶν σεσωσμένων οὖν τοσούτων πεφηνότων, Ἀπάντων ὑπερέχουσα τῶν ἐπὶ γῆς ἀνθρώπων Ὦς ἐκλεκτὴ περιστερὰ τυγχάνει μία μόνη, τὸν Χριστὸν γεννήσασα Παρθενομήτωρ, Ὥ Χερουβὶμ καὶ Σεραφὶμ ὅντως κααρωτίρα. Ἐπίλογος, Ἔχεις τὸ σὸν ἐπίταγμα πεπληρωμένον, ἄναξ. Ἰδοὺ γὰρ τέλος εἴληφε τὸ τῶν σμάτων σμα, Ἀλλ´´ ἐρωτᾷς, ὧ κράτιστε, καὶ πλέον φιλολόγε, Καὶ τί τὸ συναγόμενον ἐν καθαρᾷ τυγχάνει, Ἐὰ ταύτης τῆς προφητικῆς ᾤσματογραφου βίβλου. Ἄπαν τὸ συναγόμενον τοῦτο τυγχάνει μόνον, Ὅτι τὴν φόσιν τῶν βροτῶν τὴν ἐκπεσοῦσαν πάλα Ὁ Αόγος ἀνεζήτησεν ὁ ταύτην πλαστουργήσας. Κορῶν δὲ ταύτην, καὶ λαβών ἐπ´ ὥμων ὁ Δεσπότης, Εἰς οὐρανοὺς ἀνήγαγε, καὶ τῷ Πατρὶ παρέσχε καὶ τῶν ἀγγέλων ἔδειξε ταύτην ὑψηλοτέραν ᾧπερ προγνοὺς Σολομών πνεύματι προφητείας Ποικίλως συνεγράψατο καὶ πολυπλόκως τάδε. Ημεῖς δὲ τὸ ἐπίταγμα τὸ σὸν, ὦ στεφηφόρε Ἀποπληρῶσαι θέλοντες, ὡς δοῦλοι τοῦ σοῦ κράτους, Ἡολιτικοῖς ἐφράσαμεν ὡς δυνατὸν ἐν στίχοις Τὴν τῶν σμάτων δύναμιν, ἐξήγησιν καὶ γνῶσιν, Εἶ δ´ Ἰσως παρεσφάλημεν καί τι τῆς ἀληθείας, οὐ ξένον, οὕτε θαυμαστὸν, οὐδὲ καινὸν τυγχάνει. Ἐχρῆν μὲν γὰρ μηδ´ ὁπωσοῦν ἐπιχειρῆσαι τούνου, Τὴν βίβλον τὴν πνευματικὴν ὅλως ἐφερμηνεῦσαι· Τοῦτο γὰρ τοῖς πνευματικοῖς εἰκός ἐστι καὶ μόνοις, Τὸ τὰ τοῦ Πνεύματος λαλεῖν καὶ φράζειν καὶ διδά [κειν. Επεὶ ὅὲ τοῦτο γέγονε καὶ παρ´ ἡμῶν ἐκ τόλμης, Ο παντοκράτωρ μου Χριστὸς ἂχεως γένοιτό μοι. Τῶν γ´ Πατέρων. ξῄκοντά οἶσι θασίλισσαι καὶ ὁγδοήκοντα παλλακαὶ καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός· ἤγουν, αἱ τε μὴ φόβῳ τῶν ἠπειλημένων κολάσεων, ἀλλὰ πόθῳ τοῦ κληρονομῆσαι τὴν ἐπηγγελμένην τοῦ Θιοῦ βασιλείαν ἐξαπλασιάζουσαι ψυχαὶ τὰς δέκα ἐντολὰς, κατὰ λόγον ἐπιστατοῦντα ταῖς πέντε αἰσθήσεσιν, καὶ ἄμα ταύταις πληροῦντα τὸν ἔξ ἀριθμόν· καὶ αἱ κατ´ ἐπιθυμίαν μὲν τῷ πονηρῷ συμπλεκόμεναι, κατὰ φόβον δὲ των ἠπειλημένων κολάσεων, ἀκίνητοι κατ´ ἐνέργειαν πρὸς τὰ πάθη μένουσαι. Ὁ γὰρ Ρργοιαίίο. Τνιμ Ραίκηι.