Ancient Greek
340
Michael Psellus, Poemata 340
Unproofread scanNot analysed yet
ἐπιοάνειά τις ἀγγελικῶν τάξεων. Καὶ ταῦτα μὲν αἱ μαθήτρισι περὶ τῆς διδασκάλου εἰρήκασι, τῶν γ´ Ηατέρων. Ταῦτα μὲν αἱ μαθήτριαι περὶ τῆς διδασκάλου εἰρήκασι, τὰ δ´ αὕτη περὶ τούτων πρὸς τὸν νυμφίον φησίν· Εἰς κῆπον καρύας κατέβην ἰδεῖν ἐν γεννήμασι τοῦ χειμάῤῥου· ἰδεῖν εἰ ἤνθησεν ἡ ἄμπελος,, εἰ ἤνθησαν αἱ ῥοαί. Ἡτοι, συγκατέβην ἐκ τοῦ ὕψους τῆς μυστικῆς θεωρίας ταῖς γεωργούσαις ψυχαῖς οἰονεὶ κάρυα, κατὰ μὲν τὸ ἐκτὸς λέπυρον πικρὰ, κατὰ δὲ τὸ ἐντὸς σκληρὰ, κατ´ αὐτὸν δὲ τὸν ἔνδον τῶν τοιούτων λεπύρων καρπὸν ἡδία· τὴν τῇ πικρίᾳ τῶν ἀκουσίων πειρασμῶν καὶ τῆ σκληρότητι τῶν ἑκουσίων πεφυλαγμένην γλυκότητα τῶν ἀρετῶν, ἀπό τε τῶν κατ´ ἔλλειψιν αὐτῶν καὶ τῶν καθ´ ὑπερβολὴν παθῶν· στε θεάσασθαι ἐν τῇ ὑπομονῇ αὐτῶν, κυήματι οὔσῃ τῆς ἑκούσης θλίψεως ἐκ τοῦ χειμῶνος τῶν πειρασμῶν θλίψις γὰρ ὑπομονὴν κατεργάζεται] εἴτε εὐχαριστίᾳ, εἴτε δυσφημίᾳ προσάγεταί σοι τῷ ἰατρικῶς, ἀλλ´ οὐ τιμωρητικῶς παιδεύοντι· θεάσασθαι δὲ πάλιν ἐάν τε αὐτὸς ὁ ἐν Εὐαγγελίοις εἰοηκὼς, ὅτι Ἐγώ εἶμι ἡ ἄμπελος, ἐν τῇ ὑπομονῇ ταύτῃ προδείκνυται, ὡς ἄνθος βότρυος ποιοῦντος οἶνον τῆς Κφύσεως ἐκστατικὸν κατὰ τὴν θεώσεως χάριν. Ὁ γὰρ ἐν ὑπομονῇ καὶ αὐτῆς τῆς ἱδίας φύσεως ὑπερορῶν, τὴν ὑπὸρ φύσιν τῆς θεότητος δέχεται χάριν· καὶ ἐὰν αἱ δίκην ῥοιῶν τῷ μὲν φαινομένῳ λεπύρῳ στυφουσῶν, τῷ δʹ ἐντὸς τούτου κεκρυμμένῳ καρπῷ τοὺς γευομένους νλυκαινοῦσῶν. πεφυλαγμέναι μὲν τῷ τοῦ φόβου σου στυπτικῶς, εὐφραίνουσαι δὲ τοὺς γευσαμένους τῇ τῆς εἰς σὲ ἐλπίδος γλυκότητι ἀρεταί· δηλαδὴ ἡ φρόνησις καὶ ἡ ἀκεραιότης δίκην ἀνθοῦντος καρποῦ ἐδείχθησαν ἐν τῇ ὑπομονῇ· ἡ μὲν φρόνησις, τὴν εἴς σὲ πίστιν, ὡς τινα κεφαλὴν ἀπὸ τοῦ ἐχθροῦ φυλάττουσα ἄτρωτον· ἡ δ´ ἀκεραιότης, τὴν εἰς τὸν πλησίον ἀγάπην ἀσάλευτον ἐν ταῖς τῶν πειρασμῶν ποικίλαις ἐπαγωγαῖς· καθὼς αὐτὸς ἐν Εὐαγγελίοις ερηκας· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα [ν] μέσῳ λύκων. Γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὅφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. -Ἐκεῖ δώσω τοὺς μαστούς μού σοι. Πάντως ἐν τῷ εἰρημένῳ κήπῳ τῶν ἀρετῶν, ὅς ἰστιν αἱ ἐν ταύταις πεφυτευμέναι μαθήτριαι, τὴν εἶς σὐτὰς ἠθικὴν καὶ φυσικὴν διδασκαλίαν μου, αἷς οἷάπερ γάλακτι φυσικῇ καὶ καταλλήλῳ τροφῇ ταύτας τρέφουσα. προστάξω σοι τῷ νυμφίῳ, ὡς ἐντεῦθεν τὸ σόν τε ποιοῦσα θέλημα καὶ σοὶ τὰς μαθητευομένας μοι προσάγουσα. Εἶτα στρέφουσα τὸν λόγον πρὸς τὰς μαθητευομένας οἱονεὶ φησι πρὸς αὐτὰς, ὅτι, Εἰ καὶ συγκατέβην ὑμῖν ἐκ τοῦ μυστικώτερον ὁρᾷν ἐν ἰαυτῇ τὸν νυμφίον μου, εἰς τὸ θεάσασθαι αὐτὸν καὶ ἐν ὑμῖν, ὡς εἴρηκα. Ἀλλὰ οὐκ ἔγνω ἡ ψυχή μου Δηλαδὴ οὕπω ἐθεασάμην αὐτὸν ἐν ὑμῖν, ὡς μὴ τελειωθείσας ἔτι κατὰ Χριστόν· οὖτος δ´ ἐντεῦθεν ἔθετό με ἄρματα Ἀμιναδάβ· εἶτουν, πεποίηκε με ὀχήματα ἑαυτοῦ, ὡς ταῖς διδασκαλίαις φίρουσαν αὐίμη ΡΑΗμνι.