Ancient Greek
343
Michael Psellus, Poemata 343
Unproofread scanNot analysed yet
γνώσεως τὰς ἐπελεύσεις τε καὶ ἐνέδρας τῶν ἀκαθάρτων πνευμάτων ἀποβλίπει καὶ διακρίνει, καὶ τοὺς δόλους αὐτῶν τῷ κατὰ τὸ δυνατὸν Θεὸν ὁρῶντι νοί σου μηνύον, ἀνέπαφον σε τῆς παρ´ αὐτῶν βλάβης διατηρεῖ, Τοιοῦτον δέ σού ἐστι τὸ διακριτικόν· ὅτι Κεφαλή σου ἐπὶ σὲ, ὡς ὁ Κάρμηλος. Πάντως, Ὁ Χριστὸς ὁ νυμφίος σου, ὁ ζῶν καὶ ἐνεργὴς Αόγος, καὶ διικνούμενος ἀχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἐπίγνωσίς ἐστιν τῆς ἐν σοὶ περιτομῆσπερ ὁ Κάρμηλος ἑρμηνεύεται), περιελών σου τὸ ἀπὸ γενέσεως τῶν παθῶν κάλυμμα τῇ μαχαίρᾳ τοῦ Πνεύματος· κἀντεῦθεν τὸ ὅμμα τῆς διανοίας σου καθαρῶς ὁρᾷν δύναται τὰς μηχανὰς τῶν νοητῶν ἐχθρῶν, μή τινος πάθους ἐπισκοτοῦντος αὐτῷ. Διόπερ, καὶ Πλόκιον κεφαλῆς σου ὡς πορφόρα· ἤτοι, Ἡ διὰ λόγων καὶ τρόπων πλεχθεῖσά σοι διδασκαλία αὐτοῦ Χριστοῦ, οἷα βασιλέως ἔνδυμα ἐστὶ τοῦ νοός σου περιβολὴ, ἐν ᾗ οὖτος παθῶν γίνοται αὐτοκράτωρ, καὶ ὑπάρχει βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς· ἤγουν, μή τινι ὑποκείμενος, πάθει· ἀλλὰ τῇ σχοίνῳ τῆς εἰρημένης θείας διδασκαλίας δεδισμημένος ἐν παρόδοις τῆς παρούσης βιοτῆς, ἵνα μὴ καταπέσῃ τῷ κατ´ κἷσυησιν τῶν προσκαίρων ἀλισθηρῶν. Τῶν γ Πατέρων. Τίὡραιώθης καὶ τί ἡδύνθης! εὐτουν, Θαυμάσιον περιεβάλου κάλλος, δηλαδὴ τὸ καθ´ ὁμοίωσιν τοῦ ἀρχετύπου. Καθὸ τῶ νυμφίῳ συγγινομένη καὶ ἀπολαύουσα τούτου ἐπλήσθης πνευματικὴς ἀφράστου ἡδονῆς. Καὶ γὰρ, ἀγάπη ἐν τρυφαῖς σου, δηλονότι ταῖς κατ´ ἀρετήν. Γευσαμένη γὰρ καὶ θεασαμένη, ὅτι Χριστὸς ὁ Κύριος, οὐκέτι φόβῳ τῷ ἀγαθῷ ἐντρυφᾷς· ἀλλʹ ὅλη τῆς ἀγάπης τούτου ἐξήρτησαι, ἤτις ἔξω βάλλει τὸν φόβον. Ὁθεν, Τὸ μέγεοός σου ὡμοιώθη τῷ φοίνικι. Εάντως, Τὸ κατ´ ἀρετὴν ὕψος σου παρείκασται τῷ τῇ μὲν γῆ οὕκ εἰς βάθος ἐρῥιβωμένῳ, εἰς ὕψος δ´ ἰκανῶς ἀνατρέχοντι φοίνικι. Καὶ γὰρ καὶ αὖτη τῶν γηίνων διὰ τὴν ἀνάγκην τοῦ σώματος, ἄκροις τοῖς λογισμοῖς ἐπιψαύουσα, αὐτῶν ἄπτῃ τῶν οὐρανίων εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ φθάσασα· Καὶ οἱ μαστοί σου, τοῖς βότρυσιν· ἤγουν, Ἡ ἠθικὴ καὶ ἡ φυσικὴ διδασκαλία σου δι´ ὧν ἡμᾶς ἔτι νηπίας οὕσας γάλα ἐπότισας εἰσαγωγικῶς πρὸς θεο σέβειαν ἐκπαιδεύουσα, νῦν ὡμοίωνται τοῖς τοῦ φοίνικος βότρυσιν, ἐν τῷ ἑστιᾷν ἡμᾶς προσκοψάσας εἶς τελειότητα τὴν θειοτέραν διδασκαλίαν, ὡς μελιτώδη γλυκύτητα τῶν βοτρύων τοῦ φοίνικος. Το γοῦν μγεθός σοο τῆς διδασκαλίας τῷ φοίνικι παρεικάσασα ἡ μαθητευομένη σοι πληθύς. Επα· ἀναβήσομαι ἐπὶ τῷ φοίνικι, κρατήσω τῶν ὕψιων αὐτοῦ· καὶ ἕσονται δὴ μαστοί σου, ὡς βότρυες τῆς ἀμπέλου. Δολαδὴ, Ἐν ἐμαυτῇ βουλευτικῶς ἔφην· Ἀνελεύσομαι μιμητικῶς ἐπὶ, τὴν κατ´ ἀρετὴν τῆς διδασκαλίας σου τελειότητα, καὶ τὰ κατὰ γνῶσιν ὑψηλότατα αὐτῆς καταλήψομαι θεωρήματα. Αἱ φυσικῶς οἷα μαστοὶ τρέφουσαί με διδασκαλίαι σου ὑπάρξουσι πάν. τως ὡς βότρυες τῆς ἀληθινῆς ἀμπέλου Χριστοῦ, χορηγοῦσαί μοι τὴν κατὰ χάριν θέωσιν, ἧτις δίκην οἵνου φύσεως τὸν νοῦν ἐξιστᾷ, καὶ πρὸς τὸ ὁπὰρ φύσιν