Ancient Greek
346
Michael Psellus, Poemata 346
Unproofread scanNot analysed yet
ἐγνοίας φυσικοῖς καὶ γραπτοῖς μου ἐφύλαξα σοι· τοῖς μὲν γραπτοῖς καθαρθεῖσα καὶ ἠθικῶς παιδευθεῖσα, τοῖς δὲ φυσικοῖς φωτισθεῖσα, καὶ τοῦ παντὸς αἰτιόν σε διὰ τῆς τῶν γεγονότων θεωρίας κατιδοῦσα, καὶ τοῖς πνευματικοῖς τελειωθεῖσα καὶ θεολογοῦσά σου [τὸ] μετὰ Πατρὸς καὶ Πνεύματος ὁμοούσιον. Τῶν γʹ Ηατίφων. Γίς δῴη σε, ἀδελφιδέ μου, θηλάζοντα μαστοὺς μητρός μου; ἤγουν, ἐπειδήπερ με ἡ πρώτη σου παρουσία πρὸς τὸ ἀπολαῦσαί σου ἡτοίμασται, τίς μοι κατὰ τὴν δευτέραν σου παρουσίαν παράσχῃ σε τὸν ἀγαπητόν μου μεθ´ ἡμῶν ἐν τῇ τοῦ ἱατρὸς βααιλείατις ἐστὶν ἡ μήτηρ ἡμῶν τῶν πιστῶν ἄνω Ἱερουσαλὴμ] πίνοντα τὸ καινὸν πόμα, ῥέον ἐξ αὐτῆς εἰς ἡμᾶς κατὰ χάριν ἀμέσως, ὡς τὸ ἀπὸ μαζῶν μητρὸς γάλα εἰς τὰ ἱκγονα ταύτης, κἀντεῦθεν τρέφον τὴν τῶν ψυχῶν ἡμῶν σωτηρίαν, τὸ τέλος τῆς πίστεως τῶν ὑπὲρ φύσιν τὴν μέθεξιν τὴν θείαν καὶ ἀνεννόητον ἡδονὴν, ἣν αὐτὸς ἐμποιεῖν πέφυκε φύσει κατὰ χάριν τοῖς ἀξίοις ἐνούμενος; Οὔτω γὰρ,, Εροῦσά σε Ζξω φιλήσω σε, καί γε οὐκ ἐξουδενώσουσί με· ἤτοι, ἐπιγνοῦσα σε οὐχ ὡσπερ νῦν κατὰ πίστιν, ἀλλὰ κατ´ εἶδος, ἐν τῇ ἔξω τῆς θεινῆς σου οὐσίας ἡμετέρᾳ οὐσίᾳ τὴν ἀφθαρσίαν ἡμῖν, καὶ τῆν ἀτρεψίαν ἐπὶ τῆς κοινῆς δωρούμενον ἀναστάσεως, ἀπολαύσω σου, κΑν νῦν παρὰ τῶν τὰ τοῦ κόσμου φρονούντων ἐξευτελίζωμαι, ὡς διά τὴν περὶ σὲ κατάθεσιν πάντα περιφρονοῦσα τὰ πρόσκαιρα. Τίς δ´ ὁ τρόπος τῆς ἀπολαύσεως ἔσται μοι; Καὶ γὰρ παραλήψομαί σε. εἰσάξω σο εἰς οἷκον μητρός μου, καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με. Ποτιῶ σε ἀπὸ οἵνου τοῦ μυρεψικοῦ, ἀπὸ νάματος ῥοῶν μου. Δηλονότι, Σοῦ χαριζομένου μοι τὴν θέωσιν λάβω σε, ποθοῦσά σου τὴν λαμπρότητα· καὶ ἐν τῷ ταύτην θεάσασθαι εἰσαγάγω σε εἰς νοῦν, ὃς οἵκος μέν ἐστι τῆς διὰ τοῦ βαπτίσματος τεκούσης με, οἷα μητρὸς, τοῦ παναγίου Πνεύματος χάριτος, ὡς ταύτης διὰ τὸ καθ´ ὁμοίωσιν χωρητικός. Ταμιεῖον δὲ πάλιν αὐτῆς, ὡς τοὺς ἀποκρύφους ταύτης θησαυροὺς διὰ τὸ κατ´ εἰκόνα ἔχων ἀποθέτους ἐν ἑαυτῷ. Ἥτις με χάρις συνέλαβε διὰ πίστεως. Πρὸς τούτοις δὲ προσάξω σοι τῷ διψῶντι τὴν σωτηρίαν μου, ὥς τι πόμα, τήν τε ἀπὸ τῆς συνθέσεως τῶν ἐν πάσῃ τῇ κτίσει καὶ τῇ Γραφῇ διαφόρων λόγων ἠρτημένην μοι ἄληστον σου ὡς ἀληθείας γνῶσίν· ἥτις οἷάπερ. εὐώδης οἶνος ἱλαρόνων καρδίαν εὐφραίνει τὰς μεταλαμβανούσας ταύτης ψυχὰς, καὶ τὴν ἀεννάως μοι βλόζουσαν ἀγάπησίν σου, ὡς ἀγαθοῦ, τῆς τοῦ φόβου σοο ὑπεροχῆς καὶ τοῦ πόθου τῆς μετοχῆς σου, τῶν δίκην ῥοιῶν τῷ μὲν στυπτικῷ στηριζόντων με, τῷ δὲ γλυκαίνοντι εὐφραινόντων μα Τῶν γʹ´ Πατέρων. ὥʹτα πρὸς τὰς μαθητευομένας αὐτῇ στρέφουσα πάλιν τὸν λόγον διδάσκει τῶν παρ´ αὐτῆς πρὸς τὸν νυμφίον εἰρημένων, φάσκουσα· εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου. Ἔγουν, ἐπειδήπερ αἱ τῶν θποδεχομένων κολάσιων τοὺς ἐξ εδωνόμου τοῦ νυμφίου ἀπειλαὶ, νῦν ὁπὸ τὸ Τνιαο Ραίναηι. Τίκηα Ραίνκι.