Ancient Greek
350
Michael Psellus, Poemata 350
Unproofread scanNot analysed yet
τελεστῶν πνευματικῷ τῆς Ἐκκλησίας καρπῷ, τῇ καθάρσει φημὶ καὶ τῇ τελειώσει, κομίζεται οἵα περ χιλίους ἀργυρίους τὴν διὰ καθαρότητος καὶ φωτισμοῦ τελειότητα, Ἀκούσας δὲ ὁ νυμφίος τῆς νύμφης, περὶ αὐτοῦ πρὸς τὰς μαθητευομένας αὐτῇ λεγούσης, ὅτι ἔδωκε τὸν ἀμπελῶνα τοῖς τηροῦσιν, ἵνα μὴ δόξωσιν οἱ ἀκούοντες ἀφεστηκέναι τοῦτον τῆς τοῦ ἀμπελῶνος ἐπιμελείας, φησί πρὸς αὐτήν· Ἄμπελός μου ἐμὸς ἐνώπιόν μου. Ἤγουν, κἂν τινας ούλακας τῆς Ἐκκλησίας κατέστησα, ἀλλὰ Δεσπότης ταύτης ἐγὼ καὶ Νυμφίος, καὶ ἡ τούτων σπουδὴ ἐν τῇ ἐμῇ ἐπισκοπῇ ἰσχύει· εἰ μὴ γὰρ ἐγὼ φυλάσσω, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. Ἡ δὲ Νύμφη ἀνταποκρινομένη πρὸς τὸν Νυμφίον, φησίν· χίλιοί σοι, Σολομών, καὶ οἱ διακόσιοι τοις τηροῦσι τὸν καρπὸν αὐτοῦ· ἤτοι, ἡ μὲν τελειότης σου τοῦ τελειωτοῦ δῶρόν ἐστιν, εἰρηνικέ τε καὶ εἰρηνοποιέ. Ἡ δʹ εἰς ἑαυτήν τῆς φύσεως ἡμῶν ἀποκατάστασις, διὰ τῆς τῶν σῶν ἐντολῶν ἐργασίας, ἧπερ ἐστὶν ἡμῶν τῆς Ἐκκλησίας καρπὸς τῆς πρὸς Νυμφίον. Καὶ ὁ καθήμενος ἐν κήποισταῖροι προσέχοντες] τῆς φωνῆς σου ἀκούτισόν με. Φύγε, ἀδελφιδέ μου, καὶ ὁμοιώθητι τῆ δορκάδι ἡ τῷ νεβρῷ τῶν ἐλάφων ἐπὶ ὄρη ἀρωμάτων. Τῷ νυμφίῳ καὶ ταῦτα προσδιαλέγεται, καὶ λέγει αλτλν ἐν κήποις καθῆσοαι. Κῆποι δέ εἰσιν οἱ θεῖοι ναοί, οἱ τῶν μαρτύρων σηκοὶ, τῶν τὸν μονήρη βίον ἐπανῃρημένων τὰ συστήματα. Ἐν τούτοις, λέγει, πρὸς χιλίους ἀποτελοῦσιν, καὶ παρακαλεῖ αὐτὸν μὴ μόνον ταῖς ἀγγελικαῖς δυνάμεσι προσδιαλέγεσθαι, ἀλλὰ καὶ αὐτὴν τῆς ἡδίστης αὐτοῦ φωνῆς ἀιῶσαι· καὶ μὴ περιιεῖν ποθοῦσαν καὶ διψῶσαν ἐντρυφῆσαι αὐτοῦ τοὺς λόγοις. Εαρὰκελεύεται δὲ αὐτῷ φυγεῖν· φυγεῖν δὲ τίνας, ἢ τὰς πννηρὰς τῶν αἱρετικῶν συμμορίας, καὶ τὰς ἠκονημένας κατὰ τῆς εὐσεβείας γλώσσας. Ἐκείνας αὐρὸν παρακαλεῖ φυγόντα καὶ βδελυξάμενον, ἀμοιωθῆναι δορκάδι ἢ νεβοῶ ἐλάφων, καὶ διαβῆναι ἐπὶ τὰ ὅρη τῶν ἀρωμάτων, καὶ διαφθεῖραι μὲν ἐλάφῳ παραπλησίως τὰ πνευματικὰ τῆς πονηρίας θηρία· προῖδεῖν δὲ τῶν ἀδικίαν εἰς τὸ ὕψος λαλούντων τὴν ἀσέβειαν, ελθεῖν δὲ ἐπὶ τὰ ὅρη τῶν ἀρωμάτων, τοῦ ὑψηλοὺς Κμὲν τὴν διάνοιαν, καὶ δίκην ὁρῶν ὑπερέχοντας τὸ κοῖλα, φύοντας δὲ καρποὺς ἀρωμάτων εὐοσμίαν ἀφιέντας. Ὡς δυναμένους λέγειν κατὰ τὸν μακάριον Παῦλον, Χριστοῦ εὐωδία ἐσμέν. Γένοιτο δὲ καὶ ἡμᾶς καὶ ἀρωμάτων ἀρη γενέσθαι, ἵνα τοῦ νυμφίου δεξώμεθα τὰ πηδήματα, καὶ τὸν μακαρισμὸν ἐκεῖνον δρεψώμεθα. Μακάριος ἀνὴρ οὖ ἑστιν ἀντίληψις αὐτῷ παρὰ σοῦ, αἱ ἀναβάσεις σου ἐν τῇ καρδίᾳ