Ancient Greek
416
Michael Psellus, Poemata 416
Unproofread scanNot analysed yet
πδὲ ὑπόστασίς ἔστιν ἂν πρόσωπον καὶ μάνον Τὸ μὲν γὰρ τῆς θεότητος, τῆς ἀνθρωπότητός τε, ἀηλωτικὸν τῆς φύσεως καὶ οὐσίαν τυγχάνει Ὁ δὲ Πατὴρ, καὶ Υἱὸς, καὶ τὸ ἄγιον Πνεῦμα, Καὶ πρόσωπα πεφύκασι, καὶ μὴν καὶ ὑποστάσεις. Ὁ σαρκωθεὶς τοίνυν υἱὸς ἀτρέπτως, ἀσυγχύτως. Οὐ σχετικῶς, ὡς εἴπομεν, οὖτε μὴν κατὰ φύσιν, ὡς ὁ δεινὸς Νεστόριος δυσσεβῶς παρελήρει, Κνώθη καθ´ ὑπόστασιν τῷ προληφθείσῃ φύσει, Μία μείνας ὑπόστασις, τῇ θείᾳ καὶ τελεία, Ἐν δόο δὲ ταῖς φύσεσιν οὐσιωδῶς τυγχάνων. Οὕτω δὴ καὶ πρεσβεύομεν, οὕτως ὁμολογοῦμεν Τὰς δύο φύσεις ἀληθῶς, θείαν καὶ ἀνθρωπίνην, Ἀλλήλαις καθ´ ὑπόστασιν ἀτρέπτως ἐνωθείσας, ἑκάστην ἀναλλοίωτον μένειν ἐν τῇ ἐνώσει, Ἐκ δὲ τῶν δύο φύσεων μίαν ἀποτελεῖσθαι, Σύνθετον τὴν ὑπόστασιν· οὕτω πίστεως ὅρος. Ὁμολογοῦμεν τοιγαροῦν τοῦ Πατρὸς Υἱὸν ἕνα, κατὰ τὴν ἐνανθρώπησιν τὴν ἄρρητον τοῦ Λόγου, Καὶ τὸν Υτὸν Υτὸν σαφῶς ἄνθρωπον πεφυκέναι, Ἕνα Χριστὸν καὶ Κύριον μονογενῆ καὶ λόγον, ὅλον Θεὸν καὶ ἄνθρωπον τῇ μίᾳ ὑποστάσει. Ἥνωνται γοῦν αἱ τοῦ Χριστοῦ φύσοις, ἀλλ´ [χύτως, ἥνωνται καθ´ ὑπόστασιν, διήρηται δὲ πάλιν Τῷ τρόπῳ τῆς διαφορᾶς, ἄλλη Θεοῦ γὰρ φύσις, Καὶ ἄλλη ἀνθρωπότητος, εἶς δὲ ἐν ἀμφοῖν Λόγος, πΙς τοίνον ἐστὶν ὁ Χριστὸς, ὁ δὲ αὐτὸς καὶ δύο, Εἶς μὲν γὰρ τὴν ὑπόστασιν, ἀλλὰ διπλοῦς τὴν φύσι ς πρεσβεύομεν καλῶς τοῦ Χριστοῦ δύο φύσεις, Οὕτω καὶ δύο λέγομεν φυσικὰς ἐνεργείας, Καὶ δύο τὰ θελήματα φυσικῶς ἐνεργοῦντα. Οὐσία μὴν οὖν καὶ μορφὴ καὶ φύσις ἐν τῷ λόγῳ, τομον δὲ καὶ πρόσωπον ἐν σὺν τῇ ὑποστάσει Τὴν σάρκα δὲ τὴν τοῦ Θεοῦ ὑπόστασιν μὴ λέγε, Λέγε γὰρ ἐνυπόστατον, ἀκριβὲς γὰρ τὸ δόγμα. Τὰ δέ γε ἐνυπόστατον πολυσήμαντον, ἄναέ, Ἔστι γὰρ ἐνυπόστατον τὸ ἀληθὲς ὑπάρχον, Καὶ αὖθις ἐνυπόστατον τὸ κοινὸν τῆς οὐσίας, πγουν τὸ εἶδος, δέσποτα, τὸ ἐπὶ τοῖς ἀτόμοις Πραγματικῶς ὑφεστηκὸς, οὐ ψιλῇ ἐπινοίᾳ. ρστι δὲ ἐνυπόστατον καὶ πλέον φροντιστέον, Ὅπερ ἐστὶ συγκείμενον μετ´ ἅλλου διαφόρου, πτὰ οὐσίαν, δισποτα, εἰς σύστασιν προσώπου ἑνὸς καὶ ὑποστάσεως μιᾶς γένεσιν, ἄναξ· Τὸ μὲν γὰρ ἐνυπόστατον τοιοῦτον ἔσχεν ὅρον ψτεόστασις δὲ πέφυκε κυριολογουμένη, Πρᾶγμα Ρδιοσύστατον, ὃν μᾶλλον πρόσωπόν τε, πνούσιον δὲ πέφυκε τὸ κοινὸν τῆς οὐσίας, ἕξις ποιότης ἔμμονος καὶ δυσμετάβλητός πως· Ἕξεως ἄλλως ἀριθμὸς λκάστον κατὰ φύσιν