Ancient Greek
221.6 to 221.12
Milon, Fragmentum 221.6-12
Unproofread scanNot analysed yet
Ἄστραπαὶ εἰσὶ διτταί, ἡ μὲν ἡμερινὴ ἡ δὲ νυκτερινή. Γίνεται δὲ ἡ μὲν ἡμερινὴ ὑπὸ τοῦ ἡλίου, ὅταν βαγῇ τὸ ὕδωρ ὑποφαινομένου αὐτοῦ, λαμπρὰ δ’ οὐ φαίνεται ὥσπερ ἡ νυκτερινή, ὅτι ἐν φάει γίνεται. Ἡ δὲ νυκτερινὴ ὑπὸ τῶν ἀστρῶν γίνεται, ὅταν βαγῇ τὸ ὕδωρ ὑπερφαινομένων αὐτῶν· λαμπρὰ δὲ φαίνεται, ὅτι ἐν ζοφῷ γίνεται.