Ancient Greek
12
Mimnermus Eleg., Fragmenta 12
Unproofread scanNot analysed yet
Ἥλιος μὲν γὰρ πόνον ἔλλαχεν ἡματα πάντα, οὔδε ποτ’ ἄμπανσις γίνεται οὐδεμία ἵπποισὶν τε καὶ αὐτῷ, ἐπεὶ ῥοδοδάκτυλος Ἥως Ὠκεανὸν προλιποῦσ’ οὐρανὸν εἰσαναβῆ. τὸν μὲν γὰρ διὰ κῦμα φέρει πολυήρατος εὐνὴ κοίλη, Ἥφαίστου χερσὶν ἐλληλαμένη χρυσοῦ τιμῆντος, ὑπόπτερος, ἄκρον ἐφ’ ὕδωρ εὐδονθ’ ἀρπαλέως χώρου ἀφ’ Ἑσπερίδων γαίαν ἐς Αἰθιόπων, ἵνα δὴ θοὸν ἅμα καὶ ἵπποι ἔστασ’, ὅφρ’ Ἥως ἠριγένεια μόλῃ ἐνθ’ ἐπέβη ἑτέρων ὄχεων Ὑπερίονος υἱός.