Ancient Greek
2
Mimnermus Eleg., Fragmenta 2
Unproofread scanNot analysed yet
Ἡμεῖς δ’ οἷά τε φύλλα φύει πολυανθέος ὥρη ἕαρος, ὅτ’ αἴψ’ ἀνῆγς αὔξεται ἥλιον, τοῖς ἴκελοι πήχυιον ἐπὶ χρόνον ἀνθεσιν ἥβης τερπόμεθα, πρὸς θεῶν εἰδότες οὔτε κακόν οὔτ’ ἀγαθόν· Κῆρες δὲ παρεστήκασί μέλαιναι, ἡ μὲν ἔχουσα τέλος γῆραος ἀργαλέον, ἡ δ’ ἑτέρα θανάτοιο· μίνυνθα δὲ γίνεται ἥβης καρπός, ὅσον τ’ ἐπὶ γῆν κίδναται ἥλιος· αὐτὰρ ἐπὴν δὴ τοῦτο τέλος παραμείψεται ὥρης, αὐτίκα τεθνάμεναι βέλτιον ἢ βίοτος· πολλὰ γὰρ ἐν θυμῷ κακὰ γίνεται· ἄλλοτε οἶκος τρυχοῦνται, πενίης δ’ ἔργ’ ὀδυνηρὰ πέλει· ἄλλος δ’ αὖ παίδων ἐπιδέυεται, ὧντε μάλιστα ἰμεύρων κατὰ γῆς ἔρχεται εἰς ’Αἴδην· ἄλλος νοῦσον ἔχει θυμοφθόρον· οὔδε τις ἔστιν ἀνθρώπων, ὃ Ζεὺς μὴ κακὰ πολλὰ διδοί.