Ancient Greek
607.1
Minucianus, Peri Epicheirematon 607.1
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΕΠΙΧΕΙΡΗΜΑΤΩΝ ανει τρισχιλίους. “Ἀπὸ προσώπου· „οὐ γὰρ εἰς Δημοσθένην μόνον ὄντα με ἡσέληγνεν, ἀλλὰ καὶ εἰς χορηγὸν ἡμέτερον· “καὶ, ὁ Αἰσχίνης· „πεπόρυνται Τιμάρχῳ. καὶ τούτου τεκμήριον τὸ Μισγόλα καὶ Ἡγησάνδρῳ συνεῖναι· “ἀπὸ γὰρ τῶν προσώπων, ὡς ἐπιτηδείων εἰς τὴν πρᾶξιν, τὴν πορνείαν συνέστησεν. Ἀπὸ καιροῦ· „καὶ ταῦτα ἔγραψε Τιμοκράτης, Κρονίων ὄντων καὶ ἱερομηνίας, καὶ διὰ ταῦτα τῆς βουλῆς ἀρειμένης. “ἀπὸ τοῦ τόπου· „πάσης γὰρ οὔσης τῆς ἄκροπόλεως ἱερᾶς παρὰ τὴν χαλκὴν μεγάλην Ἀθηνᾶν ἐν δεξιᾷ τὴν στήλην ἀνέστησαν. “καὶ πάλιν Δημοσθένης φησι τετυπῆσθαι ἐπὶ τῆς ὀρχήστρας μέσης. Ἀπὸ τρόπου· „ὅταν ὡς ὑβρίζων, ὅταν κονδύλοις, ὅταν ἐπὶ χορῆς. “ἀπὸ διαφορᾶς· „τίνι διαφέρει, δοῦλον ἢ ἐλεύθερον εἶναι; οὐ τῷ μὲν δούλῳ τὸ σῶμα πάντων τῶν ἀδικημάτων ὑπεύθυνόν ἐστι, τοῖς δὲ ἐλευθέροις εἰς χρήματα ἢ ζημία. “ἀπὸ ὅρου. „αἴτιον μὲν γὰρ ἐστι φίλων ἀνδρῶν ἀμαρτανόντων, κατηγορία δὲ ἐχθρῶν ἀδικούντων. “καὶ ὁ Δημοσθένης· „ἦ γὰρ οὐχ ἱερόσυλοι οὗτοι· τὰ μὲν ἱερὰ τὰς δεκάτας τῆς θεοῦ καὶ πεντηκοστὰς τῶν ἄλλων θεῶν σεσυληκότες, καὶ ἀντὶ τοῦ ἀποδοῦναι αὐτὰς ἔχοντες, τὰ δὲ θεῖα, ἃ ἐγίγνετο