Ancient Greek · ~3 min
2 to 4
MNASEAS PATRENSIS, Fragmenta 2-4
Not analysed yet
Ἱππία Ἀθηνᾶ. Ἰσαῖος ἐν τῷ πρὸς Καλυδῶνα. Μνασέας ἐν α' Εὐρώπης τὴν ἱππίαν Ἀθηνᾶν Ποσειδῶνος εἶναί φησι θυγατέρα καὶ Κορύφης τῆς Ὠκεανοῦ, ἄρμα δὲ πρώτην κατασκευάσασαν διὰ τοῦτο ἱππίαν κεκλῆσθαι. Ἀθηνᾶ ἱππία· ἢ ὅτι ἐκ τοῦ Διὸς κεφαλῆς, ὡς ὁ μῦθος, μεθ ̓ ἵππου ἀνήλατο, ἢ ὅτι, ὡς Μνασέας, ἡ Ποσειδῶνος καὶ Κόρης (scr. Κορύφης) τῆς Ὠκεανοῦ θυγάτηρ Ἀθηνᾶ τὸ ἅρμα τῶν ἵππων ἐξεῦρεν. Ἄλλοι δέ φασιν, ὡς Ἄδραστον φεύγοντα καὶ ἐπὶ Κολωνοῦ στήσαντα τοὺς ἵππους Ποσειδῶνα καὶ Ἀθηνᾶν ἱππίους προσαγορευθῆναι. Βούναςδικάζει· αὕτη λέγεται ἐπὶ τῶν τὰς κρίσεις ἀναβαλλομένων ἀεὶ καὶ ὑπερτιθεμένων. Βούνας γὰρ Ἀθηναῖος ἐγένετο, ὤς φησι Μνασέας· τούτῳ δὲ Ἠλεῖοι πρὸς Καλυδωνίους διαφερόμενοι ἐπέτρεψαν τὴν δίκην, νομίσαντες ἀναμένειν ἕως ἂν ἀποφήνηται. Γνοὺς δὲ ὁ Βούνας τοῦτο, ἤκουσε μὲν ἀμφοτέρων, ἀνεβάλλετο δὲ μέχρι τελευτῆς τὴν ἀπόφασιν. Μνασέας δέ φησι Προσέληνον Ἀρκάδων βασιλεῦσαι.