Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_MNASEAS_PATRENSIS
MNASEAS PATRENSIS, Fragmenta 25
Not analysed yet
Ἔχετος ἦν μὲν υἱὸς Βουχέτου, ἀφ ̓ οὗ καὶ ἐν Σικελίᾳ πόλις Βούχετος καλεῖται. Σικελῶν δὲ τύραννος λέγεται. Τοῦτον τοὺς μὲν ἐγχωρίους κατὰ πάντα τρόπον σίνεσθαι, τοὺς δὲ ξένους ἀναιρεῖν λωβώμενον· τοσαύτην δὲ κακίαν ἔχειν, ὡς καὶ τοὺς μακρὰν οἰκοῦντας, ὅτε θέλοιεν σφόδρα τινὰ τιμωρῆσαι καὶ ξένῳ παριβαλεῖν θανάτῳ, ἐκπέμπειν αὐτῷ· πολλὰς γὰρ μηχανὰς ἐξευρεῖν τοῦτον κακίας· ὅθεν τὸν λαὸν οὐχ ὑπομένειν τὴν πικρὰν ταύτην τυραννίδα, λίθοις δὲ αὐτὸν ἀνελεῖν. Ἡ ἱστορία παρὰ Μνασέᾳ καὶ Μαρσύᾳ.