Ancient Greek
1 to 9
Mnesimachus Comic., Fragmenta 1-9
Unproofread scanNot analysed yet
ὡς Πυθαγοριστὶ θύομεν τῷ Λοξίᾳ, ἔμψυχον οὐδὲν ἐσθίοντες παντελῶς. εἰμὶ γὰρ Βοιώτιος, ὀλίγα μὲν ἄλλων δίκαια ταῦτα πολλὰ δ’ ἐσθίων. ἀλλ’ ἀντιβολῶ σ’ ἐπίταττέ μοι μὴ πόλλ’ ἄγαν, μηδ’ ἄγρια λίαν μηδ’ ἐπηργυρωμένα, μέτρια δέ γ’ ὡς θείῳ σεαυτοῦ. —πῶς ἔτι μετριώτερ’, ὦ δαιμόνι’; —ὅπως; σύντεμνε καὶ ἐπεξαπάτα με. τοὺς μὲν ἰχθῦς μοι κάλει ἰχθύδι’· ὄφον δ’ ἂν λέγῃς ἕτερον, κάλει ὀψάριον. ἥδιον γὰρ ἀπολοῦμαι πολύ. τῶν δὲ μύθων οἱ μὲν περὶ ἀλόγων ζῴων εἰσὶν Αἰσώπειοι, οἱ δὲ περὶ ἀνθρώπων Συβαριτικοί. εἰσὶ δέ τινες οἳ τοὺς βραχεῖς καὶ συντόμους λέγουσι Συβαρίτιδας, καθάπερ Μνησίμαχος ἐν Φαρμακοπώλῃ. ἆρ’ οἶσθα, ὁτιὴ πρὸς ἄνδρας ἐστί σοι μαχητέον, οἳ τὰ ξίφη δειπνοῦμεν ἠκονημένα, ὄψον δὲ δᾷδας ἡμμένας καταπίνομεν; ἐντεῦθεν εὐθὺς ἐπιφέρει τραγήματα ἡμῖν ὁ παῖς μετὰ δεῖπνον ἀπίδας Κρητικάς, ὥσπερ ἐρεβίνθους, δορατίων τε λείψανα κατεαγότ’, ἀσπίδας δὲ προσκεφάλαια καὶ θώρακας ἔχομεν, πρὸς ποδῶν δὲ σφενδόνας καὶ τόξα, καταπέλταισι δ’ ἐστεφανώμεθα. τῶν Φαρσαλίων ἥκει τις, ἵνα καὶ τὰς τραπέζας καταφάγῃ; —οὐδεὶς πάρεστιν. —εὖ γε δρῶντες· ἆρά που ὀπτὴν κατεσθίουσι πόλιν Ἀχαιικήν; καὶ τὸ λεγόμενον σπανιώτερον πάρεστιν ὀρνίθων γάλα, καὶ φασιανὸς ἀποτετιλμένος καλῶς. οὐκ ἀλλὰ καὶ τῆς νυκτός ἐστι Δωρίων ἔνδον παρ’ ἡμῖν λοπαδοφυσητής.