Ancient Greek · ~1 min
Play Dys, lines Fragment tit-1
Mnesimachus Comic., Fragmenta Fragment tit-3-1
Not analysed yet
ΔΥΣΚΟΛΟΣ.
Ἀλλ', ἀντιβολῶ σ', ἐπίταττέ μοι μὴ πόλλ' ἄγαν,
μηδ' ἄγρια λίαν, μηδ' ἐπηργυρωμένα,
μέτρια δέ, τῷ θείῳ σεαυτοῦ. Β. πῶς ἔτι
μετριώτερ' ὦ δαιμόνιε; Α. πῶς; σύντεμνε καὶ
ἐπεξαπάτα με. τοὺς μὲν ἰχθῦς μοι κάλει
ἰχθύδιον· ὄψον δ' ἂν λέγῃς ἕτερον, κάλει
ὀψάριον. ἥδιον γὰρ ἀπολοῦμαι πολύ.