Ancient Greek · ~2 min
Play Phi, lines Fragment tit-4
Mnesimachus Comic., Fragmenta Fragment tit-7-4
Not analysed yet
ΦΙΛΙΠΠΟΣ.
Ἆρ' οἶσθ' ὁτιὴ πρὸς ἄνδρας ἐστί σοι μάχη,
οἳ τὰ ξίφη δειπνοῦμεν ἠκονημένα,
ὄψον δὲ δᾷδας ἡμμένας καταπίνομεν;
ἐντεῦθεν εὐθὺς ἐπιφέρει τραγήματα
ἡμῖν ὁ παῖς μετὰ δεῖπνον ἀκίδας Κρητικάς,
ὥσπερ ἐρεβίνθους, δορατίων τε λείψανα
κατεαγότ', ἀσπίδας δὲ προσκεφάλαια καὶ
θώρακας ἔχομεν, πρὸς ποδῶν δὲ σφενδόνας
καὶ τόξα, καταπέλταισι δ' ἐστεφανώμεθα.
Τῶν Φαρσαλίων
ἥκει τις, ἵνα καὶ τὰς τραπέζας καταφάγῃ;
Β. οὐδεὶς πάρεστιν. Α. εὖ γε δρῶντες· ἆρά που
ὀπτὴν κατεσθίουσι πόλιν Ἀχαϊκήν;
Καὶ τὸ λεγόμενον
σπανιώτερον πάρεστιν ὀρνίθων γάλα,
καὶ φασιανὸς ἀποτετιλμένος καλῶς.
Οὐκ ἀλλὰ καὶ τῆς νυκτός ἐστι Δωρίων
ἔνδον παρ' ἡμῖν λοπαδοφυσητής.