Ancient Greek
Dfhg-Source dfhg4_MNESIMACHUS
MNESIMACHUS, Fragmenta 2
Not analysed yet
Τῶν νυμφῶν αἱ μέν εἰσιν οὐράνιαι, αἱ δὲ ἐπίγειοι, αἱ δὲ ποτάμιοι, αἱ δὲ λιμναῖαι, αἱ δὲ θαλάσσιαι. Καὶ καθόλου δὲ τῶν νυμφῶν γένος εἰς πολλὰ διῄρηται, ὥς φησι Μνησίμαχος ὁ Φασιλήτης (Φασηλίτης̣ Φασιάτης̣) ἐν Διακόσμοις. Ἁμαδρυάδας νύμφας Μνησίμαχός φησι διὰ τὸ ἅμα ταῖς δρυσὶ γεννᾶσθαι. Ἢ ἐπεὶ δοκοῦσιν ἅμα ταῖς δρυσὶ φθείρεσθαι, νύμφαι Ἁμαδρυάδες λέγονται.