Ancient Greek
156.3
Moderatus, Fragmenta 156.3
Unproofread scanNot analysed yet
ΕΚ ΤΩΝ ΜΟΔΕΡΑΤΟΥ ΤΟΥ ΠΥΘΑΓΟ-ΡΕΙΟΥ. 1. "Ἔστι δ' ἀριθμός, ὡς τύπω εἰπεῖν, σύστημα μονάδων, ἢ προποδισμὸς πλήθους ἀπὸ μονάδος ἀρχόμενος, καὶ ἀναποδισμὸς εἰς μονάδα καταλήγων· μονάδας δὲ περαινούσα ποσότης, ἥτις μειουμένου τοῦ πλήθους κατὰ ἓν ὑφαίρεσιν παντὸς ἀριθμοῦ στερηθεῖσα μονὴν τε καὶ στάσιν λαμβάνει. Περαιτέρω γὰρ ἡ μονὰς τῆς ποσότητος οὐκ ἰσχύει ἀναποδίζειν· ὥστε μονὰς ἤτοι ἀπὸ τοῦ ἐστάναι καὶ κατὰ ταῦτὰ ὡσαύτως ἀτρεπτος μένειν, ἢ ἀπὸ τοῦ διαχεκρίσθαι καὶ παντελῶς μεμονῶσθαι τοῦ πλήθους εὐλόγως ἐκλήθη.