Ancient Greek
326.1
Moeris, Lexicon Atticum 326.1
Unproofread scanNot analysed yet
46 Κέδρον, οὐδετέρως, Ἀθηναϊκῶς. κέδρος θηλυκῶς. Αἴλιος δὲ Διονύσιος παρασημειούμενος τινὰ ὅπως κατὰ γένη προσφέρονται, φησίν οὕτω. κακκάβη θηλυκῶς, ὁ κάκκαβος. ὁ καὶ παρὰ τῷ Ἀθηναίῳ κεῖται ἐν τῷ κακκάβῃ ζέουσα. οὕτω καὶ ἡ ἄρπαγη, δι’ ἧς ἐκ φρεάτων κάδδους ἀνᾶγουσιν. ἀρσενικῶς δὲ ὁ χοῦς, ὁ ὄροφος, ὁ θις οὐδέτερα δὲ τὸ νῶτον, τὸ ζυγὸν, τὸ κέδρον δῆλον δὲ ὅτι Ἀττικῶς ταῦτα πάντα, ἐπεὶ καὶ Ἀττικαῖς λέξεσιν ὁ ῥητὴς Διονύσιος ἐπεξέρχεται.