Ancient Greek
368.21
Moeris, Lexicon Atticum 368.21
Unproofread scanNot analysed yet
ὄψ, ὡς Ἄλιος Διονύσιος παρα- σημειοῦται, λέγων ὅπα τὴν κλη- δὸν ἄ, καὶ ὀπεύεσθαι τὸ κληδονίζεσθαι. Ἀριστοφάνης Λυσιστράτη· ὀπευόμενος κάθηται. Τῆς δὲ γυναικὸς μικρὸς ὁ καιρός. κἄν τούτου μὴ ’πιλάβηται, Οὐδεὶς ἐθέλει γῆμαι ταύτην. ὀττευομένη δὲ κάθηται. ταῦτά τοι καὶ μαντικῆς συμβόλοις ἄγαθὸν ἐμολογοῦσι τὸν αὐτὸν, καὶ ὀττεύονται γε πρὸς τὴν ἐκείνου βοὴν οἱ συνιέντες ὀρνίθων, καὶ ἕδρας, καὶ κλαγγὰς, καὶ πτήσεις αὐτῶν ἢ κατὰ λείαν χειρα, ἢ κατὰ δεξιάν. ἐκ τούτου, τὰ παιδάρια μαντικὴν δύναμιν ἔχειν οἴεσθαι τοὺς Αἰγυπτίους καὶ μάλιστα ταῖς τούτων ὀτεύεσθαι κληδόσι παίζοντων ἐν ἱεροῖς, καὶ φθεγγομένων, ὅ, τι ἂν τύχωσιν.