Ancient Greek · ~3 min
Dfhg-Source dfhg4_MOLPIS_LACO
MOLPIS LACO, Fragmenta 3
Not analysed yet
Μόλπις δέ φησι· «Μετὰ δὲ τὸ δεῖπνον εἴωθεν ἀεί τι παρά τινος κομίζεσθαι, ἐνίοτε δὲ καὶ παρὰ πλειόνων, παρ ̓ αὐτοῖς κατ ̓ οἶκον ἠρτυμένη ματτύη, ὃ καλοῦσιν ἐπάϊκλον. Τῶν δὲ κομιζομένων οὐδεὶς οὐδὲν ἀγοράσας εἴωθε φέρειν· οὔτε γὰρ ἡδονῆς οὔτ ̓ ἀκρασίας γαστρὸς οὕνεκεν κομίζουσιν, ἀλλὰ τῆς αὑτῶν ἀρετῆς ἀπόδειξιν τῆς κατὰ τὴν θήραν ποιούμενοι. Πολλοὶ δὲ καὶ ποίμνι ̓ αὐτῶν τρέφοντες ἀφθόνως μεταδιδόασι τῶν ἐκγόνων. Ἔστι δ ̓ ἡ ματτύη φάτται, χῆνες, τρυγόνες, κίχλαι, κόσσυφοι, λαγὼ, ἄρνες, ἔριφοι. Οἱ δὲ μάγειροι σημαίνουσι τοὺς ἀεί τι κομίζοντας εἰς μέσον, ἵνα πάντες ἴδωσι τὴν τῆς θήρας φιλοπονίαν καὶ τὴν εἰς αὐτοὺς ἐκτένειαν»