Ancient Greek
847.2 to 848.13
Moschion, Fragmenta 847.2-848.13
Unproofread scanNot analysed yet
τί τὴν ἀναυδὸν γαῖαν αἰκίζειν πλέον; ἐπὰν γὰρ ἡ κρῖνουσα καὶ τὰς ἡδονὰς καὶ τάνιαρὰ φροῦδος αἰσθησις φθαρῇ, τὸ σῶμα καυφοῦ τάξιν εἴληφεν πέτρου. ἥν ἄρα τρανὸς αἴνος ἀνθρώπων ὤδε, ὡς τὸν πέλας μὲν νοῦθετεῖν βραχὺς πόνος, αὐτὸν δ’ ἐνεγκεῖν ὀβρίν ἠδικημένον πάντων μέγιστον τῶν ἐν ἀνθρώποις βάρος. σὺν αἴσι δόξῃ πρόσθε καὶ γένει μέγας Ἄργους δυνάστης, λειτὸς ἐκ τυραννικῶν θρόνων, προσίκην θάλλον ἠκαλισμένος ἔστειχεν εἰς γῆν, ὕμνα συμπαθὲς φέρων καὶ πᾶσι δεικνὺς ὡς τὰ λαμπρὰ τῆς τύχης τὴν κτῆσιν οὐ βέβαιον ἀνθρώποις νέμει. ὃν πᾶς μὲν ἀστῶν ἠλέξεν εἰσιδών, ἅπας δὲ χεῖρα καὶ προσήγορον φάτιν ῶρεξε κανθούς τ' ἐξέτῃξε δακρύοις τύχαις συναλγῶν· τάξιωμα γὰρ νοσοῦν τὸ πρόσθε πολλοῖς οἴκτον ἐμποεῖ βροτῶν. κεῖνος δ' ἀπάντων ἐστὶ μακαριώτατος, ὃς διὰ τέλους ζῶν ὁμαλὸν ἥσκησεν βίον.