Ancient Greek
ΕΙΣ ΕΡΩΤΑ ΑΡΟΤΡΙΩΝΤΑ
Moschus Bucol., Fragmenta ΕΙΣ ΕΡΩΤΑ ΑΡΟΤΡΙΩΝΤΑ
Not analysed yet
Λαμπάδα θεὶς καὶ τόξα βοηλάτιν εἵλετο ῥάβδον
οὖλος Ἔρως, πήρην δ’ εἶχε κατωμαδίην,
καὶ ζεύξας ταλαεργὸν ὑπὸ ζυγὸν αὐχένα ταύρων
ἔσπειρεν Δηοῦς αὔλακα πυροφόρον.
εἶπε δ’ ἄνω βλέψας αὐτῷ Διί· πλῆσον ἀρούρας,
μή σε τὸν Εὐρώπης βοῦν ὑπ’ ἄροτρα βάλω.