Ancient Greek · ~7 min
Μέγαρα, lines Μέγαρα.41-Μέγαρα.79
Moschus Bucol., Μεγάρα Μέγαρα.41-79
Not analysed yet
ἀλλὰ πόσιν μὲν ὁρῶ παῦρον χρόνον ὀφθαλμοῖσιν
οἴκῳ ἐν ἡμετέρῳ· πολέων γάρ οἱ ἔργον ἑτοῖμον
μόχθων, τοὺς ἐπὶ γαῖαν ἀλώμενος ἠδὲ θάλασσαν
μοχθίζει πέτρης ὅγ’ ἔχων νόον ἠὲ σιδήρου
καρτερὸν ἐν στήθεσσι· σὺ δ’ ἠύτε λείβεαι ὕδωρ,
νύκτας τε κλαίουσα καὶ ἐκ Διὸς ἤμαθ’ ὁπόσσα.
ἄλλος μὰν οὐκ ἄν τις ἐϋφρήναι με παραστὰς
κηδεμόνων· οὐ γάρ σφε δόμων κατὰ τεῖχος ἐέργει·
καὶ λίην πάντες γε πέρην πιτυώδεος Ἰσθμοῦ
ναίουσ’ ,οὐδέ μοί ἐστι πρὸς ὅντινά κε βλέψασα
οἷα γυνὴ πανάποτμος ἀναψύξαιμι φίλον κῆρ,
νόσφι γε δὴ Πύρρης συνομαίμονος· ἣ δὲ καὶ αὐτὴ
ἀμφὶ πόσει σφετέρῳ πλέον ἄχνυται Ἰφικλῆι,
σῷ υἱεῖ· πάντων γὰρ ὀϊζυρώτατα τέκνα
γείνασθαί σε θεῷ τε καὶ ἀνέρι θνητῷ ἔολπα.
ὣς ἄρ’ ἔφη· τὰ δέ οἱ θαλερώτερα δάκρυα μήλων
κόλπον ἐς ἱμερόεντα κατὰ βλεφάρων ἐχέοντο,
μνησαμένῃ τέκνων τε καὶ ὧν μετέπειτα τοκήων.
ὣς δ’ αὔτως δακρύοισι παρήϊα λεύκ’ ἐδίαινεν
Ἀλκμήνη· βαρὺ δ’ ἥγε καὶ ἐκ θυμοῦ στενάχουσα
μύθοισιν πυκινοῖσι φίλην νυὸν ὧδε μετηύδα·
δαιμονίη παίδων, τί νύ τοι φρεσὶν ἔμπεσε τοῦτο
πευκαλίμαις; πῶς ἄμμ’ ἐθέλεις ὀροθυνέμεν ἄμφω
κήδἐ ἄλαστα λέγουσα; τὰ δ’ οὐ νῦν πρῶτα κέκλαυται.
ἢ οὐκ ἅλις, οἷς ἐχόμεσθα τὸ δεύτατον αἰὲν ἐπ’ ἦμαρ
γινομένοις; μάλα μέν γε φιλοθρηνής κέ τις εἴη,
ὅστις ἀριθμήσειεν ἐφ’ ἡμετέροις ἀχέεσσι.
θάρσει· οὐ τοιῆσδ’ ἐκυρήσαμεν ἐκ θεοῦ αἴσης.
καὶ δ’ αὐτὴν ὁρόω σε φίλον τέκος ἀτρύτοισιν
ἄλγεσι μοχθίζουσαν. ἐπιγνώμων δέ τοί εἰμι
ἀσχαλάαν, ὅτε δή γε καὶ εὐφροσύνης κόρος ἐστί·
καί σε μάλ’ ἐκπάγλως ὀλοφύρομαι ἠδ’ ἐλεαίρω,
οὕνεκεν ἡμετέροιο λυγροῦ μετὰ δαίμονος ἔσχες,
ὅσθ’ ἡμῖν ἐφύπερθε κάρης βαρὺς αἰωρεῖται.
ἴστω γὰρ Κούρη τε καὶ εὐέανος Δημήτηρ,
ἅς κε μέγα βλαφθείς τις ἑκὼν ἐπίορκον ὀμόσσαι
δυσμενέων, μηθέν σε χερειότερον φρεσὶν ᾗσι
στέργειν ἢ εἴπερ μοι ὑπὲκ νηδυιόφιν ἦλθες
καί μοι τηλυγέτη ἐνὶ δώμασι παρθένος ἦσθα.