Ancient Greek · ~7 min
Μέγαρα, lines Μέγαρα.80-Μέγαρα.121
Moschus Bucol., Μεγάρα Μέγαρα.80-121
Not analysed yet
οὐδ’ αὐτήν γέ νυ πάμπαν ἔολπά σε τοῦτό γε λήθειν.
τῷ μή μ’ ἐξείπῃς ποτ̓, ἐμὸν θάλος, ὥς σευ ἀκηδέω,
μηδ’ εἴ κ’ ἠϋκόμου Νιόβης πυκινώτερα κλαίω.
οὐδ’ ὣς γὰρ νεμεσητὸν ὑπὲρ τέκνου γοάασθαι
μητέρι δυσπαθέοντος· ἐπεὶ δέκα μῆνας ἔκαμνον
πρὶν καί πέρ τ’ ἰδέειν μιν, ἐμῷ ὑπὸ ἥπατ’ ἔχουσα,
καί με πυλάρταο σχεδὸν ἤγαγεν Αἰδωνῆος·
ὧδέ ἑ δυστοκέουσα κακὰς ὠδῖνας ἀνέτλην.
νῦν δέ μοι οἴχεται οἶος ἐπ’ ἀλλοτρίης νέον ἆθλον
ἐκτελέων· οὐδ’ οἶδα δυσάμμορος, εἴτε μιν αὖτις
ἐνθάδε νοστήσανθ’ ὑποδέξομαι, εἴτε καὶ οὐκί.
πρὸς δ’ ἔτι μ’ ἐπτοίησε διὰ γλυκὺν αἰνὸς ὄνειρος
ὕπνον· δειμαίνω δὲ παλιγκοτον ὄψιν ἰδοῦσα
ἐκπάγλως, μή μοί τι τέκνοις ἀποθύμιον ἔρδοι.
εἴσατο γάρ μοι ἔχων μακέλην εὐεργέα χερσὶ
παῖς ἐμὸς ἀμφοτέρῃσι, βίη Ἡρακληείη·
τῇ μεγάλην ἐλάχαινε δεδεγμένος ὡς ἐπὶ μισθῷ
τάφρον τηλεθάοντος ἐπ’ ἐσχατιῇ τινος ἀγροῦ,
γυμνὸς ἄτερ χλαίνης τε καὶ εὐμίτροιο χιτῶνος.
αὐτὰρ ἐπειδὴ παντὸς ἀφίκετο πρὸς τέλος ἔργου
καρτερὸν οἰνοφόροιο πονεύμενος ἕρκος ἀλωῆς,
ἤτοι ὃ λίστρον ἔμελλεν ἐπὶ προύχοντος ἐρείσας
ἀνδήρου καταδῦναι, ἃ καὶ πάρος εἵματα ἕστο·
ἐξαπίνης δ’ ἀνελάμψεν ὑπὲρ καπέτοιο βαθείης
πῦρ ἄμοτον, περὶ δ’ αὐτὸν ἀθέσφατος εἰλεῖτο φλόξ.
αὐτὰρ ὅγ’ αἰὲν ὄπισθε θοοῖς ἀνεχάζετο ποσσίν,
ἐκφυγέειν μεμαὼς ὀλοὸν μένος Ἡφαίστοιο·
αἰεὶ δὲ προπάροιθεν ἑοῦ χροὸς ἠΰτε γέρρον
νώμασκεν μακέλην· περὶ δ’ ὄμμασιν ἔνθα καὶ ἔνθα
πάπταινεν, μὴ δή μιν ἐπιφλέξει δήιον πῦρ.
τῷ μὲν ἀοσσῆσαι λελιημένος, ὥς μοι ἔϊκτο,
Ἰφικλέης μεγάθυμος ἐπ’ οὔδεϊ κάππεσ’ ὀλισθὼν
πρὶν ἐλθεῖν, οὐδ’ ὀρθὸς ἀναστῆναι δύνατ’ αὖτις,
ἀλλ’ ἀστεμφὲς ἔκειτο, γέρων ὡσείτ’ ἀμενηνός,
ὅντε καὶ οὐκ ἐθέλοντα βιήσατο γῆρας ἀτερπὲς
καππεσέειν· κεῖται δ’ ὅγ’ ἐπὶ χθονὸς ἔμπεδον αὔτως,
εἰσόκε τις χειρός μιν ἀνειρύσσῃ παριόντων
αἰδεσθεὶς ὄπιδα προτέρην πολιοῖο γενείου.
ὣς ἐν γῇ λελίαστο σακεσπάλος Ἰφικλείης·
αὐτὰρ ἐγὼ κλαίεσκον ἀμηχανέοντας ὁρῶσα
παῖδας ἐμούς, μέχρι δή μοι ἀπέσσυτο νήδυμος ὕπνος
ὀφθαλμῶν, ἠὼς δὲ παραυτίκα φαινόλις ἦλθε.