Ancient Greek
346.3
Moses, Εὐποία καὶ εὐτυχία τοῦ κτισαμένου καὶ ἐπιτυχία καμάτου καὶ μακροχρονία βίου (E Cod. Paris. B.N. Gr. 2327, Fol. 268V) 346.3
Unproofread scanNot analysed yet
22 ΥΠΡΟΧΑΛΚΟΥ ΠΟΙΗΣΙΣ. —Λαβὼν χαλκὸν κύπριον θερμέλατον, πυρὸν ἔλαττον ποιήσας πέταλα, ὑπόστρωσον ἐπάνω καὶ κάτω καθμίαν λευχὴν τριπτὴν ἐπιμελῶς τὴν γενομένην ἐν Δελματίᾳ, ἣν χρῶνται οἱ χαλκουργοί, καὶ πηλώσας γώνευσον ἐπιμελῶς, ἵνα μὴ διαπνεύσῃ, ἡμέραν αʹ · ἀνοίξας δέ, εἰ καλῶς ἔχει, χρήσαι, εἰ δὲ μή, ἐκ δευτέρου ἔψει μετὰ καθμίας ὡς ἐπάνω · ἐὰν δὲ κάλλιον ἐξέλθῃ ἀπὸ κύπρου θερμελάτου μίγνυται τῷ χρυσίῳ χαλκῷ, κυπρίου τοῦ αἱματώδους γʹ δʹ, κασιτίρου ἀποβολῆς γʹ ζʹ. Μαγνησίαν ἐπίβαλε τῷ κασιτίρῳ γʹ βʹ, καὶ γώνευσον τὸν χαλκόν · ἐπιβάλλων τὸν κασιτίρον, καὶ συνκατάμισε. Εἶτα ἐπίβαλε τὸ σῶμα τῆς μαγνησίας, καὶ συνκατάμισε · ὅταν δὲ ψυχῇ, εὑρήσεις αὐτὸν θραυστὸν καὶ τριπτόν. Τοῦτον λειώσας, ἐπίβαλε αὐτῷ χαλχίτεως γʹγʹ βʹ, f. 271 v. ,καὶ ὕπτα ἐν βατανίοις πεπηλωμένοις, εὑρήσεις αὐτὸν πυρρὸν ὡς ροδινόν. Ἀνάμισε καλῶς, καὶ ἔχε. Ἀνελόμενος οὖν ταῦτα, γώνευσον πρὸς τὴν δηλουμένην χρείαν. Λίπεται ἀδιάλυτον χρόνον τὸ χλωρόν.