Ancient Greek
347.5
Moses, Εὐποία καὶ εὐτυχία τοῦ κτισαμένου καὶ ἐπιτυχία καμάτου καὶ μακροχρονία βίου (E Cod. Paris. B.N. Gr. 2327, Fol. 268V) 347.5
Unproofread scanNot analysed yet
28 ΟΙΚΟΝΟΜΙΑ ΣΑΝΔΑΡΑΧΗΣ. —Λαβὼν σανδαράχην, ζέσον αὐτήν εἰς οὖρον ἐπτάκις, καὶ ξηράνας ἐν ἡλίῳ, οὕτως χρώ. 29] ΟΙΚΟΝΟΜΙΑ ΠΥΡΙΤΟΥ. —Λαβὼν πυρίτην τὸν χρυσίζοντα γεννᾶται δὲ ἐν τῇ Λιβύῃ <καὶ ἐν τοῖς> ὄρεσιν τοῖς κατʼ Αἴγυπτον, μάλιστα ἐν Αὐγάσει · Αὐγάσεις δὲ εἰσιν Τριδουθῆς · χρυσίζοντα τοῦτον λαβὼν, οἰκονόμει οὕτως. Λειώσας αὐτὸν πᾶν ἀπόπλυναι ὀξάλμῃ τρίς, καὶ ξήραναι · καὶ λαβὼν αὐτοῦ μέρος βʹ, καὶ μολύβδου μέρος αʹ. Λύσας τὸν μόλυβδον, σκόρπιζε διὰ τοῦ πυρίτου · καὶ ὅταν γένηται γνοὺς, βαλὼν ἐν ἀγγείῳ ὀστρακίνῳ, καὶ πηλώσας ἀσφαλῶς, ὅπτα εἰλικτοῖς φωσὶν ἡμέρας βʹ, καὶ ἀνελόμενος ἐγε. Τοῦτο καλοῦμεν ἄνθος.