Ancient Greek
355.1
Moses, Εὐποία καὶ εὐτυχία τοῦ κτισαμένου καὶ ἐπιτυχία καμάτου καὶ μακροχρονία βίου (E Cod. Paris. B.N. Gr. 2327, Fol. 268V) 355.1
Unproofread scanNot analysed yet
Δοκίμαζε δὲ τὴν ὑδράργυρον οὕτως. Λαβὼν αὐτήν, βαλὼν εἰς ὑελοῦν ἄγγος, τρίψον αὐτὴν εἰς τὴν ἰγδήν, καὶ ποιεῖται αὐτῆς τὴν ἐπιφάνειαν ἐπὶ τὸ ξανθόν. Εἶτα λαβὼν αὐτήν, ἔχλειε ἐν ὑελίνῳ ἀγγείῳ. Πλήσας τὸ ἄγγος, ὡς ἔθος, δριμέως (φύλαττε δὲ τὸ μυστήριον ὑπόρριμον, ἵνα μὴ διαπνεύσῃ τὸ ὀξὸς ἐκ τοῦ ἄγγους, καὶ ἔασον νυχθήμερον · καὶ τῷ ἐμπροθέσμῳ εὑρήσεις τὸ μυστήριον τῆς f. 277 v. ὑδραργύρου, τὸ πῶς αὐτὴν ἵνα μαχνησώμεθα. Ἡ γὰρ φιλόσοφος ὑπὲρ ταύτης τῆς ὑδραργύρου ἐπεγράψατο · «Ὅτε πήξεις τὴν ὑδράργυρον τὸ αὐτόρρευστον. »Τὸ γὰρ αὐτόρρευστον τὸ ὅξος ἐστίν · τὸ οὖν ὅξος ἐστὶν ἡ μαγνησία.