Ancient Greek
207.1
Mullach Fpg2, Paratexta 207.1
Unproofread scanNot analysed yet
καὶ ἀλαζονείας· δικαιοσύνην δὲ μεσότητα ὑπεροχῆς καὶ ἐλλείψεως, καὶ πολλοῦ καὶ ὀλίγου. Πολλῶν δὲ καὶ ἄλλων οὐσῶν ἀρετῶν, τῶν μὲν καθ’ αὐτάς, τῶν δὲ ἐν εἴδει τῶν εἰρημένων (οἷον ὑπὸ μὲν τὴν δικαιοσύνην εὐσεβείας, διοτίτητος, χρηστότητος, εὐκοινωνησίας, εὐσυναλλαγίας· ὑπὸ δὲ τὴν σωφροσύνην, εὐκοσμίας, εὐταξίας, αὐταρχείας,) ἐπιδραμεῖν οὐκ ἄτοπον καὶ τοὺς τούτων ὅρους. Εὐσεβείαν μὲν οὖν εἶναι ἔξιν θεῶν καὶ δαιμόνων θεραπευτικήν, μεταξὺ οὖσαν ἀθεότητος καὶ δεισιδαιμονίας· διοτίτητα δέ, ἔξιν δικαίων τῶν πρὸς τοὺς θεοὺς καὶ κατοχυμενους τηρητικήν, μεταξὺ ἀνοσιότητος οὖσαν καὶ ἀνώνυμου τινός· χρηστότητα δέ, ἔξιν ἑκουσίως εὐπονητήν ἀνθρώπων, αὐτῶν ἐκείνων χάριν, μεταξὺ πονηρίας οὖσαν καὶ ἀνώνυμου· εὐκοινωνησίαν δέ, ἔξιν ἀμέμπτους ἐν κοινωνία 275 παρεχομένην, μεταξὺ ἀκοινωνησίας οὖσαν καὶ ἀνώνυμου· εὐσυναλλαγίαν δέ, ἔξιν εὐλαβητικὴν τῆς ἐν τοῖς συμβαλλομένοις ἀδικίας, μεταξὺ ἀσυναλλαγίας οὖσαν καὶ ἀνώνυμου, (τὴν δὲ ἀνώνυμον κατὰ τὸ ἀχρόδίκαιον εἶναι πως)· εὐκοσίαν δέ, ἔξιν περὶ τὰ κινήσεις καὶ σχέσεις τηρητικὴν τοῦ πρέποντος, μεταξὺ οὖσαν ἀκοσμίας καὶ ἀνώνυμου· εὐταξίαν δέ, ἔξιν στοχαστικήν τοῦ περὶ τάξιν καλοῦ, μεταξὺ ἀταξίας οὖσαν καὶ ἀνοιμύμου· αὐταρχείαν δέ, ἔξιν ἀρχουμένην τοῖς τυχοῦσι μετὰ ἐλευθεριότητος, μεταξὺ πτωχείας οὖσαν καὶ πολυτελείας· εὐφυΐαν δέ, ἔξιν ἀήττητον ἐν δεινῶν |ὑπομ