Ancient Greek
207.3
Mullach Fpg2, Paratexta 207.3
Unproofread scanNot analysed yet
Διωρισμένων δ' ἱκανῶς τῶν περὶ τὰς ἀρετάς, καὶ σχεδὸν τῶν πλειόνων ἀνειλημμένων κεφαλαίων τοῦ ἠθικοῦ τόπου, ἀναγκαῖον ἐξεῖν καὶ περὶ τοῦ οἰκονο-μικοῦ τε καὶ πολιτικοῦ διελεῖν, ἐπειδὴ φύσει πολιτι-κὸν ζῷον ἄνθρωπος. Πολιτεία δὲ πρώτη, σύννοδος ἀνδρὸς καὶ γυναικὸς κατὰ νόμον ἐπὶ τέκνων γενέσει καὶ βίου κοινωνία. Τοῦτο δὲ προσαγομάζεται μὲν οἶκος, ἀρχὴ δὲ πόλεως ἐστι, περὶ οὗ δὴ καὶ λεχτέον. Μικρὰ γάρ τις δοκεῖν εἶναι πόλις ὁ οἶκος, εἰγε κατ' εὐχὴν αὐ-ξομένου τοῦ γάμου, καὶ τῶν παίδων ἐπιδιόντων, καὶ συνδυαζομένων ἀλλήλοις, ἕτερος οἶκος ὑφίσταται, καὶ τρίτος οὕτω καὶ τέταρτος, ἐκ δὲ τούτων κώμη καὶ πόλις. Πλειόνων γὰρ γενωμένων χωιῶν, πόλις ἀπετε-λέσθη. Δι' ὃ καὶ τὰ σπέρματα χαλῶτερ τῆς γενέ-σεως τῇ πολει παρέσχεν ὁ οἶκος, οὕτω καὶ τῆς πολι-τείας. Καὶ γὰρ βασιλείας ὑπογραφὴν εἶναι περὶ τὸν οἶκον, καὶ ἀριστοκρατείας, καὶ δημοκρατίας. Γονέων μὲν γὰρ πρὸς τέκνα κοινωνίας τὸ σχῆμα βασιλικόν· ἀνδρῶν δὲ πρὸς γυναῖκας, ἀριστοκρατικόν· παίδων δὲ