Ancient Greek
209.2
Mullach Fpg2, Paratexta 209.2
Unproofread scanNot analysed yet
γὰρ εἶναι τοῖς πολιτικοῖς τούτους· τὸ δὲ μάχιμον πᾶν καὶ βουλευτικὸν κυριώτερον εἶναι, διὰ τὸ ἀρετῆς ἐπιμελεῖσθαι, καὶ περὶ τὰ καλὰ σπουδάζειν. Τούτων δὲ τὸ μὲν πρεσβύτερον προβουλεύειν, τὸ δὲ γεραρώτερον θεραπεύειν τὸ θεῖον, τὸ δὲ νέον ἅπαν προπολεμεῖν. Ταύτην δ᾽ ἀρχαίαν εἶναι πᾶν τὴν διάταξιν, Αἰγυπτίων πρώτων καταστησαμένων, πολιτικῶν δὲ καὶ τῶν ἄλλων οὐχ ἥττον· καὶ τὸ τὰ ἱερὰ τῶν θεῶν ἐν τοῖς ἐπιφανεστάτοις ἱδρύσθαι τόποις· καὶ τὸ τῆς τῶν ἰδιωτῶν χώρας τὸ μὲν ἕτερον πρὸς τὰς ἐσχάτιας διατετάχθαι, τὸ δ᾽ ἕτερον πρὸς τῇ πόλει, ἵνα δύο κλήρων ἐκάστῳ νεμηθέντων, ἀμφότερα τὰ μέρη τῆς χώρας εὐσύνοπτα ὑπάρχη. Χρήσιμον δὲ καὶ τὸ νομοθετεῖν συσσίτια ποιεῖσθαι, καὶ τὸ περὶ τῆς κοινῆς παιδείας τῶν τέκνων σπουδάζειν· καὶ τὸ πρὸς τὴν βίωμην τῶν σωμάτων καὶ τελειότητα δεῖν μήτε νεωτέρων ἄγαν μήτε πρεσβυτέρων τοὺς γάμους ποιεῖσθαι, ἀτελῆ γὰρ γίγνεσθαι κατ᾽ ἀμφοτέρας τὰς ἡλικίας καὶ τελείως ἀσθενῆ τὰ ἔκγονα. Καὶ τὸ νομοθετεῖν δὲ μηδὲν ἐκτρέφειν πεπτηρωμένων, μηδ᾽ ἐκτιθέναι τελείων, μηδ᾽ ἐξαμελθῶν, συμφωρότατον δήπου. Καὶ τῶν μέν πολιτικῶν τὰ κεφάλαια ταῦτα 280.