Ancient Greek
257.14 to 258.4
Mullach Fpg2, Paratexta 257.14-258.4
Unproofread scanNot analysed yet
TI. Παντάπασι μὲν οὖν. ΣΩ. Φύσιν γὰρ οἴμαι τινα τῶν φυλάκων τῆς ψυχῆς: εἴρομεν ἂμα μὲν ὀμοιοδῆ, ἂμα δὲ φιλόσοφον δεῖν εἶναι διαφερόντως, ἵνα πρὸς ἑκατέρους δύναιντο ὁρῶς πρᾶσι καὶ χαλεποὶ γίγνεσθαι. ΣΩ. Τί διὰ τρoφήν; ἂρ’ οὐ γυμναστικῇ καὶ μουσικῇ μαθήμασί τε, ὅσα προσήκει τούτοις, ἐν ἀπασὶ τεθράφθαι; ΤΙ. Πάνυ μὲν οὖν. ΣΩ. Τοὺς δὲ γε οὕτω τραφέντας ἐλέγχει πoυ μήτε χρυσὸν μήτε ἄργυρον μήτε ἄλλο ποτὲ μηδὲν κτῆμα ἑαυτῶν ἴδιον νομίζειν δεῖν, ἀλλ’ ὡς ἐπικούρους μισθὸν λαμβάνοντας τῆς φυλακῆς παρὰ τῶν σωζομένων δι’ αὐτῶν, ὅσος σώφροσι μέτριος, ἀναλίσκειν τε δή κοινῇ καὶ ξυνδιαιτουμένους μετ’ ἀλλήλων ζῆν, ἐπιμέλειαν ἔχοντας ἀρετῆς διὰ παντός, τῶν ἄλλων ἐπιτηδευμάτων ἄγοντας σχολήν. ΤΙ. Ἐλέγχθη καὶ ταῦτα ταύτη. §2. ΣΩ. Καὶ μὲν δή καὶ περὶ γυναικῶν ἐπεμνήσθηνμεν, ὡς τὰς φύσεις τοῖς ἀνδράσι παραπλησίας εἶναι ξυναρμοστέων καὶ τὰ ἐπιτηδεύματα πάντα κοινὰ κατὰ τε πόλεμον καὶ κατὰ τὴν ἄλλην δίαιταν δοτέον πάσαις.